Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

53.1 ἡμεῖς δὲ διεληλυθότες τὰ περὶ Ἀντίγονον μεταβιβάσομεν τὴν ἀναγραφὴν ἐπὶ τὰ συμβάντα περὶ Εὐμενῆ. οὗτος γὰρ μεγάλαις καὶ παραδόξοις μεταβολαῖς χρώμενος διετέλεσεν ἀεὶ παρʼ ἐλπίδας ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων.
53.2 πρὸ μὲν γὰρ τούτων τῶν καιρῶν συναγωνιζόμενος Περδίκκᾳ τε καὶ τοῖς βασιλεῦσιν ἔλαβε σατραπείαν Καππαδοκίαν καὶ τοὺς συνορίζοντας ταύτῃ τόπους, ἐν οἷς μεγάλων δυνάμεων καὶ πολλῶν χρημάτων κυριεύσας περιβόητον ἔσχε τὴν εὐτυχίαν.
53.3 κρατερὸν μὲν γὰρ καὶ Νεοπτόλεμον, διωνομασμένους ἡγεμόνας καὶ τὰς ἀνικήτους τῶν Μακεδόνων ἔχοντας δυνάμεις, ἐνίκησε παρατάξει καὶ αὐτοὺς κατὰ τὴν μάχην ἀνεῖλεν.
53.4 δόξας δὲ ἀνυπόστατος εἶναι τηλικαύτης ἐπειράθη μεταβολῆς ὥστε ὑπʼ Ἀντιγόνου μεγάλῃ παρατάξει λειφθῆναι καὶ μετʼ ὀλίγων φίλων ἀναγκασθῆναι καταφυγεῖν εἴς τι χωρίον παντελῶς μικρόν. εἰς τοῦτο δʼ ἐγκλεισθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν πολεμίων διπλοῖς τείχεσιν οὐδένα βοηθὸν ἔσχε τῆς ἰδίας συμφορᾶς.
53.5 ἐνιαυσίου δʼ οὔσης τῆς πολιορκίας καὶ τῆς σωτηρίας ἀπογινωσκομένης ἄφνω παράδοξος λύσις ἐφάνη τῶν ἀτυχημάτων. ὁ γὰρ πολιορκῶν τὸν Εὐμενῆ καὶ σπεύδων ἀνελεῖν Ἀντίγονος ἐκ μεταβολῆς παρεκάλεσεν αὐτὸν πρὸς κοινοπραγίαν καὶ λαβὼν διὰ τῶν ὅρκων τὰς πίστεις τῆς πολιορκίας ἀπελύθη.
53.6 μετὰ δέ τινα χρόνον ἀνελπίστως διασωθεὶς τότε μὲν περὶ τὴν Καππαδοκίαν διέτριβεν ἀναλαμβάνων τοὺς προγεγονότας φίλους καὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν συνεστρατευκότων αὐτῷ πρότερον. ἀγαπώμενος δὲ διαφερόντως ταχὺ πολλοὺς ἔσχε κοινωνοὺς τῶν αὐτῶν ἐλπίδων καὶ πρὸς τὴν μετʼ αὐτοῦ στρατείαν ὑπακούοντας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi