Kitap 18
39.7
στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
40.1
Ἀντίγονος δὲ ἐπὶ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
40.2
ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.
40.3
οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν· καταλαβὼν δʼ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο.
40.4
Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε· τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο.
40.5
μετὰ δὲ ταῦθʼ ὁ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρʼ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις διʼ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι.