Kitap 18
36.1
ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν. ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
36.2
τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
36.3
ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
36.4
πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
36.5
διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.