Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

34.5 πολλῶν δʼ ἀπολλυμένων παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἡγεμόνων φιλοτιμίας καὶ τῶν περὶ τὸν Πτολεμαῖον ταῖς ὑπεροχαῖς τῶν τόπων πλεονεκτούντων, τῶν δὲ περὶ τὸν Περδίκκαν τοῖς πλήθεσιν ὑπερεχόντων, τὸ τελευταῖον ἀμφοτέρων διημερευσάντων ἐν τοῖς κινδύνοις ὁ μὲν Περδίκκας λύσας τὴν πολιορκίαν ἐπανῆλθεν εἰς τὴν ἰδίαν στρατοπεδείαν.
34.6 νυκτὸς δʼ ἀναζεύξας λαθραίαν ἐποιεῖτο τὴν πορείαν καὶ κατήντησεν εἰς τὸν ἀπέναντι τόπον τῆς Μέμφεως, πρὸς ᾗ συμβαίνει σχίζεσθαι τὸν Νεῖλον καὶ ποιεῖν νῆσον δυναμένην ἀσφαλῶς δέξασθαι στρατοπεδείαν τε καὶ δύναμιν τὴν μεγίστην.
34.7 εἰς ταύτην οὖν διεβίβαζε τὴν δύναμιν ἐπιπόνως τῶν στρατιωτῶν περαιουμένων διὰ τὸ βάθος τοῦ ποταμοῦ· μέχρι γὰρ τοῦ γενείου τὸ ῥεῦμα προσπῖπτον ἐσάλευε τὰ σώματα τῶν διαβαινόντων, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τοὺς ἄνδρας.
35.1 ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας τοῦ ποταμοῦ ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.
35.2 ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης. τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις· ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi