Kitap 18
ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.
οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι. οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις. ἐπιγενομένου δὲ μεγάλου πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.
ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.
τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.
διὰ δὲ τὰς ἐλαττώσεις ὁ Θίβρων ἀπογινώσκων ἤδη τὰ κατὰ τὴν Κυρήνην παραδόξως πάλιν ἐθάρρησε. τῶν γὰρ ἀπὸ Ταινάρου στρατιωτῶν καταπλευσάντων καὶ μεγάλης αὐτῷ χειρὸς προσγενομένης εὔελπις ἐγένετο τῇ ψυχῇ.
οἱ δὲ Κυρηναῖοι πάλιν θεωροῦντες τὸν πόλεμον αὐξόμενον μετεπέμψαντο τὴν συμμαχίαν παρὰ τῶν πλησιοχώρων Λιβύων καὶ παρὰ τῶν Καρχηδονίων, ἀθροίσαντες δὲ τοὺς ἅπαντας μετὰ τῶν πολιτικῶν στρατιώτας τρισμυρίους ἡτοιμάζοντο παρατάξει περὶ τῶν ὅλων διακριθῆναι. γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Θίβρων νικήσας τῇ μάχῃ καὶ πολλοὺς ἀνελὼν περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα κυριεύσων τῶν πλησίον πόλεων,
οἱ δὲ Κυρηναῖοι τῶν στρατηγῶν ἁπάντων ἀνῃρημένων ἐν τῇ μάχῃ τὸν Κρῆτα Μνασικλῆν μεθʼ ἑτέρων εἵλοντο στρατηγόν. Θίβρων δʼ ἐπαρθεὶς τῇ νίκῃ τὸν λιμένα τῶν Κυρηναίων ἐπολιόρκησε καὶ τῇ Κυρήνῃ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.
χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα,
οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν.
οἱ δὲ τῆς Κυρήνης στρατηγοῦντες δημοτικοί, φοβηθέντες τὴν τῶν φυγάδων κάθοδον, διελύσαντο πρὸς τὸν Θίβρωνα καὶ κοινῇ πολεμεῖν πρὸς τὸν Ὀφέλλαν παρεσκευάζοντο.
Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.
Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας. καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων· αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.
τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν· τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.
τῇ δὲ τρίτῃ πολλῶν μὲν ἀνῃρημένων, τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἐπετελέσαντο πρᾶξιν οἱ κατὰ τὴν πόλιν ἡρωικὴν καὶ μνήμης ἀξίαν. ὁρῶντες γὰρ ἀπαραίτητον οὖσαν τὴν κατʼ αὐτῶν τιμωρίαν καὶ δύναμιν οὐκ ἔχοντες ἀξιόχρεων τὴν ἀμυνομένην τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν, ἐμφανοῦς οὔσης τῆς μεθʼ ὕβρεως τιμωρίας, νυκτὸς δʼ ὁμοθυμαδὸν πρὸς τὸν εὐγενῆ θάνατον ὁρμήσαντες τέκνα μὲν καὶ γυναῖκας καὶ γονεῖς εἰς τὰς οἰκίας ἐγκλείσαντες ἐνέπρησαν, κοινὸν θάνατον καὶ τάφον διὰ τοῦ πυρὸς ἑλόμενοι.
τῆς δὲ φλογὸς ἄφνω πρὸς ὕψος αἰρομένης οἱ μὲν Ἰσαυρεῖς τὰ κτήματα καὶ πάντα τὰ δυνάμενα τοῖς κρατοῦσιν ὠφελείας παρέχεσθαι τῷ πυρὶ παρέβαλον, οἱ δὲ περὶ τὸν Περδίκκαν θαυμάσαντες τὸ γινόμενον περιέστησαν τὴν δύναμιν καὶ κατὰ πάντα τόπον ἐβιάζοντο παρεισπεσεῖν εἰς τὴν πόλιν.
τῶν δʼ ἐγχωρίων ἀπὸ τῶν τειχῶν ἀμυνομένων καὶ πολλοὺς τῶν Μακεδόνων καταβαλλόντων ἔτι μᾶλλον ὁ Περδίκκας καταπληττόμενος ἐζήτει τὴν αἰτίαν διʼ ἣν οἱ τὰς οἰκίας καὶ τὰ λοιπὰ πάντα τῷ πυρὶ παραδεδωκότες φιλοτίμως τὰ τείχη φυλάττουσι.
τέλος δὲ τοῦ Περδίκκου καὶ τῶν Μακεδόνων ἀπὸ τῆς πόλεως ἀποχωρησάντων οἱ Ἰσαυρεῖς εἰς τὸ πῦρ ἑαυτοὺς ῥίψαντες ἐν ταῖς οἰκίαις συνετάφησαν τοῖς οἰκείοις.
Περδίκκας δὲ νυκτὸς διελθούσης ἔδωκε τοῖς στρατιώταις τὴν πόλιν εἰς διαρπαγήν. οὗτοι δὲ τὴν φλόγα κατασβέσαντες πολὺν ἄργυρόν τε καὶ χρυσόν εὗρον, ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος ἐκ πολλῶν χρόνων.
μετὰ δὲ τὴν ἀπώλειαν τῶν πόλεων ἧκον δύο γυναῖκες εἰς συνοικισμὸν τῷ Περδίκκᾳ, Νίκαιά τε ἡ Ἀντιπάτρου θυγάτηρ, ἣν αὐτὸς ὁ Περδίκκας ἦν μεμνηστευκώς, καὶ Κλεοπάτρα ἡ Ἀλεξάνδρου μὲν ἀδελφὴ γνησία, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου.
ὁ δὲ Περδίκκας πρότερον μὲν ἦν κεκρικὼς κοινοπραγίαν Ἀντιπάτρῳ καὶ διὰ τοῦτο τὴν μνηστείαν ἐπεποίητο, μήπω τῶν κατʼ αὐτὸν πραγμάτων βεβαίως ἐστερεωμένων· ὡς δὲ παρέλαβε τάς τε βασιλικὰς δυνάμεις καὶ τὴν τῶν βασιλέων προστασίαν, μετέπεσε τοῖς λογισμοῖς.
ὀρεγόμενος γὰρ βασιλείας ἔσπευδε τὴν Κλεοπάτραν γῆμαι, νομίζων διὰ ταύτης προτρέψεσθαι τοὺς Μακεδόνας συγκατάσκευάζειν αὐτῷ τὴν τῶν ὅλων ἐξουσίαν. οὔπω δὲ βουλόμενος ἀποκαλύψασθαι πρὸς τὴν ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν ἦγε τὴν Νίκαιαν, ὅπως μὴ τὸν Ἀντίπατρον ἀλλότριον ἔχῃ ταῖς ἰδίαις ἐπιβολαῖς· μετὰ δὲ ταῦτα Ἀντιγόνου τὴν προαίρεσιν αὐτοῦ κατανοήσαντος καὶ φιλίαν ἔχοντος πρὸς Ἀντίπατρον, ἔτι δὲ ὄντος τοῦ ἀνδρὸς τούτου πρακτικωτάτου τῶν ἡγεμόνων ἔκρινεν αὐτὸν ἐκποδῶν ποιήσασθαι. ἐπιβαλὼν οὖν αὐτῷ διαβολὰς ψευδεῖς καὶ κατηγορίας ἀδίκους φανερὸς ἦν ἀναιρήσων αὐτόν ὁ δʼ Ἀντίγονος συνέσει καὶ τόλμῃ διαφέρων φανερῶς μὲν ἀπεφαίνετο βούλεσθαι περὶ τῶν ἐγκαλουμένων ἀπολογήσασθαι, λάθρᾳ δὲ παρασκευασάμενος τὰ πρὸς τὸν δρασμὸν ἔλαθε μετὰ τῶν ἰδίων φίλων καὶ τοῦ υἱοῦ Δημητρίου νυκτὸς εἰσβὰς εἰς τὰς Ἀττικὰς ναῦς. ἐν δὲ ταύταις κομισθεὶς εἰς τὴν Εὐρώπην προῆγε συμμίξων Ἀντιπάτρῳ.
κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας. τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας· μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·
ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ κρυμοῦ διαφθαρῆναι. ἤδη δʼ αὐτῶν ἀπογινωσκόντων τὴν σωτηρίαν αὐτόματός τις λύσις τῶν κακῶν ἐφάνη, καθάπερ θεῶν τινος ἐλεοῦντος αὐτῶν τὴν εὐψυχίαν.
Ἀντίγονος γὰρ ὁ πεφευγὼς ἐκ τῆς Ἀσίας συμμίξας τοῖς περὶ τὸν Ἀντίπατρον ἐδίδαξεν αὐτοὺς περὶ τῆς ὅλης ἐπιβουλῆς τοῦ Περδίκκου καὶ διότι τὴν Κλεοπάτραν γαμήσας εὐθὺς ἥξει μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν ὡς βασιλεὺς καὶ τὴν ἡγεμονίαν αὐτῶν παραιρήσεται.
οἱ δὲ περὶ τὸν Κρατερὸν καὶ Ἀντίπατρον διὰ τὸ παράδοξον τῆς προσαγγελίας καταπλαγέντες συνήδρευσαν μετὰ τῶν ἡγεμόνων. προτεθείσης οὖν βουλῆς περὶ τούτων ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι, τὰς δὲ δυνάμεις κατὰ τάχος περαιοῦν εἰς τὴν Ἀσίαν καὶ τῷ μὲν Κρατερῷ τὴν τῆς Ἀσίας ἡγεμονίαν περιτιθέναι, τῷ δʼ Ἀντιπάτρῳ τὴν τῆς Εὐρώπης, πρεσβεύειν δὲ καὶ πρὸς Πτολεμαῖον περὶ κοινοπραγίας, ὄντα τοῦ μὲν Περδίκκου παντελῶς ἀλλότριον, ἑαυτοῖς δὲ φίλον, κοινῇ δὲ ἐπιβουλευόμενον.
εὐθὺς οὖν πρὸς μὲν Αἰτωλοὺς διάλυσιν ἐποιήσαντο, διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι καὶ μεταστῆσαι πανοικίους ἅπαντας εἰς τὴν ἐρημίαν καὶ πορρωτάτω τῆς Ἀσίας κειμένην χώραν, αὐτοὶ δὲ δόγμα γράψαντες ἀκόλουθον τοϊς προειρημένοις παρεσκευάζοντο τὰ πρὸς τὴν στρατείαν.
Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι. πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
ἐπ ἄρχοντος δʼ Ἀθήνησι Φιλοκλέους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Σολπίκιος καὶ Γάιος Αἴλιος. ἐπὶ δὲ τούτων Ἀρριδαῖος ὁ κατασταθεὶς ἐπὶ τὴν κατακομιδὴν τοῦ Ἀλεξάνδρου σώματος, συντετελεκὼς τὴν ἁρμάμαξαν ἐφʼ ἧς ἔδει κατακομισθῆναι τὸ βασιλικὸν σῶμα, παρεσκευάζετο τὰ πρὸς τὴν κομιδήν.
ἐπεὶ δὲ τὸ κατασκευασθὲν ἔργον, ἄξιον ὑπάρχον τῆς Ἀλεξάνδρου δόξης, οὐ μόνον κατὰ τὴν δαπάνην διήνεγκε τῶν ἄλλων, ὡς ἀπὸ πολλῶν ταλάντων κατασκευασθέν, ἀλλὰ καὶ τῇ κατὰ τὴν τέχνην περιττότητι περιβόητον ὑπῆρξε, καλῶς ἔχειν ὑπολαμβάνομεν ἀναγράψαι περὶ αὐτοῦ.
πρῶτον μὲν γὰρ τῷ σώματι κατεσκευάσθη χρυσοῦν σφυρήλατον ἁρμόζον καὶ τοῦτʼ ἀνὰ μέσον ἐπλήρωσαν ἀρωμάτων τῶν ἅμα δυναμένων τὴν εὐωδίαν καὶ τὴν διαμονὴν παρέχεσθαι τῶ σώματι.
ἐπάνω δὲ τῆς θήκης ἐπετέθειτο καλυπτὴρ χρυσοῦς, ἁρμόζων ἀκριβῶς καὶ περιλαμβάνων τὴν ἀνωτάτω περιφέρειαν. ταύτης δʼ ἐπάνω περιέκειτο φοινικὶς διαπρεπὴς χρυσοποίκιλτος, παρʼ ἣν ἔθεσαν τὰ τοῦ μετηλλαχότος ὅπλα, βουλόμενοι συνοικειοῦν τὴν ὅλην φαντασίαν ταῖς προκατειργασμέναις πράξεσι.
μετὰ δὲ ταῦτα παρέστησαν τὴν τοῦτο κομιοῦσαν ἁρμάμαξαν, ἧς κατεσκεύαστο κατὰ μὲν τὴν κορυφὴν καμάρα χρυσῆ, ἔχουσα φολίδα λιθοκόλλητον, ἧς ἦν τὸ μὲν πλάτος ὀκτὼ πηχῶν, τὸ δὲ μῆκος δώδεκα, ὑπὸ δὲ τὴν ὑπωροφίαν παρʼ ὅλον τὸ ἔργον θριγκὸς χρυσοῦς, τῷ σχήματι τετράγωνος, ἔχων τραγελάφων προτομὰς ἐκτύπους, ἐξ ὧν ἤρτηντο κρίκοι χρυσοῖ διπάλαιστοι, διʼ ὧν κατακεκρέμαστο στέμμα πομπικόν, χρώμασι παντοδαποῖς διαπρεπῶς κατηνθισμένον.
ἐπὶ δὲ τῶν ἄκρων ὑπῆρχε θύσανος δικτυωτός, ἔχων εὐμεγέθεις κώδωνας, ὥστʼ ἐκ πολλοῦ διαστήματος προσπίπτειν τὸν ψόφον τοῖς ἐγγίζουσι. κατὰ δὲ τὰς τῆς καμάρας γωνίας ἐφʼ ἑκάστης ἦν πλευρᾶς Νίκη χρυσῆ τροπαιοφόρος. τὸ δʼ ἐκδεχόμενον τὴν καμάραν περίστυλον χρυσοῦν ὑπῆρχεν, ἔχον Ἰωνικὰ κιονόκρανα. ἐντὸς δὲ τοῦ περιστύλου δίκτυον ἦν χρυσοῦν, τὸ πάχος τῇ πλοκῇ δακτυλιαῖον καὶ πίνακας παραλλήλους ζῳοφόρους τέσσαρας ἴσους τοῖς τοίχοις ἔχον.
τούτων δʼ ὁ μὲν πρῶτος ἦν ἔχων ἅρμα τορευτὸν καὶ καθήμενον ἐπὶ τούτου τὸν Ἀλέξανδρον, μετὰ χεῖρας ἔχοντα σκῆπτρον διαπρεπές· περὶ δὲ τὸν βασιλέα μία μὲν ὑπῆρχε θεραπεία καθωπλισμένη Μακεδόνων, ἄλλη δὲ Περσῶν μηλοφόρων καὶ πρὸ τούτων ὁπλοφόροι· ὁ δὲ δεύτερος εἶχε τοὺς ἐπακολουθοῦντας τῇ θεραπείᾳ ἐλέφαντας κεκοσμημένους πολεμικῶς, ἀναβάτας ἔχοντας ἐκ μὲν τῶν ἔμπροσθεν Ἰνδούς, ἐκ δὲ τῶν ὄπισθεν Μακεδόνας καθωπλισμένους τῇ συνήθει σκευῇ, ὁ δὲ τρίτος ἱππέων εἴλας μιμουμένας τὰς ἐν ταῖς παρατάξεσι συναγωγάς, ὁ δὲ τέταρτος ναῦς κεκοσμημένας πρὸς ναυμαχίαν. καὶ παρὰ μὲν τὴν εἰς τὴν καμάραν εἴσοδον ὑπῆρχον λέοντες χρυσοῖ, δεδορκότες πρὸς τοὺς εἰσπορευομένους·
ἀνὰ μέσον δὲ ἑκάστου τῶν κιόνων ὑπῆρχε χρυσοῦς ἄκανθος ἀνατείνων ἐκ τοῦ κατʼ ὀλίγον μέχρι τῶν κιονοκράνων. ἐπάνω δὲ τῆς καμάρας κατὰ μέσην τὴν κορυφὴν φοινικὶς ὑπῆρχεν ὑπαίθριος, ἔχουσα χρυσοῦν στέφανον ἐλαίας εὐμεγέθη, πρὸς ὃν ὁ ἥλιος προσβάλλων τὰς ἀκτῖνας κατεσκεύαζε τὴν αὐγὴν ἀποστίλβουσαν καὶ σειομένην, ὥστʼ ἐκ μακροῦ διαστήματος ὁρᾶσθαι τὴν πρόσοψιν ἀστραπῇ παραπλησίαν.
ἡ δʼ ὑπὸ τὴν καμάραν καθέδρα δύο εἶχεν ἄξονας, οὓς περιεδίνευον τροχοὶ Περσικοὶ τέσσαρες, ὧν ὑπῆρχε τὰ μὲν πλάγια καὶ αἱ κνημίδες κατακεχρυσωμέναι, τὸ δὲ προσπῖπτον τοῖς ἐδάφεσι μέρος σιδηροῦν. τῶν δʼ ἀξόνων τὰ προέχοντα χρυσᾶ κατεσκεύαστο, προτομὰς ἔχοντα λεόντων σιβύνην ὀδὰξ κατεχούσας.
κατὰ δὲ μέσον τὸ μῆκος εἶχον πόλον ἐνηρμοσμένον μηχανικῶς ἐν μέσῃ τῇ καμάρᾳ, ὥστε δύνασθαι διὰ τούτου τὴν καμάραν ἀσάλευτον εἶναι κατὰ τοὺς σεισμοὺς καὶ ἀνωμάλους τόπους.