Kitap 18
34.1
μεσοπορούντων δʼ αὐτῶν ἐπεφάνησαν οἱ περὶ τὸν Πτολεμαῖον δρόμῳ προσιόντες πρὸς τὴν τοῦ πολίσματος ἐπικουρίαν. φθασάντων δʼ αὐτῶν καὶ παρεισπεσόντων εἰς τὸ χωρίον καὶ διά τε τῶν σαλπίγγων καὶ βοῆς φανερὰν ποιησάντων τὴν ἑαυτῶν παρουσίαν οἱ μὲν περὶ τὸν Περδίκκαν οὐ κατεπλάγησαν, ἀλλὰ τολμηρῶς προσῆγον τοῖς τειχίσμασιν.
34.2
εὐθὺ δʼ οἱ μὲν ὑπασπισταὶ προσθέμενοι τὰς κλίμακας ἀνέβαινον, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων τὸν χάρακα διέσπων καὶ τὰς ἐπάλξεις ἐρρίπτουν. ὁ δὲ Πτολεμαῖος ἔχων περὶ αὐτὸν τοὺς ἀρίστους καὶ βουλόμενος προτρέψασθαι τοὺς ἄλλους ἡγεμόνας καὶ φίλους προσιέναι τοῖς δεινοῖς αὐτὸς ἀναλαβὼν τὴν σάρισαν καὶ στὰς ἐπʼ ἄκρου τοῦ προτειχίσματος τὸν μὲν ἡγούμενον τῶν ἐλεφάντων ἐξετύφλωσεν, ὑπερδέξιον ἔχων τὴν στάσιν, τὸν δὲ ἐπικαθήμενον Ἰνδὸν τραυματίαν ἐποίησεν, τοὺς δὲ διὰ τῆς κλίμακος ἀναβαίνοντας καταπεφρονηκότως τύπτων καὶ κατατραυματίζων περιεκύλισεν εἰς τὸν ποταμὸν μετὰ τῶν ὅπλων.
34.3
ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο.
34.4
ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, ὁ δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο.