Kitap 18
2.3
μετὰ δὲ ταύτας Κελαινὼ καὶ Εὐρυβία καὶ Φοίβη, τῆς Ἀρτέμιδος οὖσαι συγκυνηγοὶ καὶ διὰ παντὸς εὐστόχως ἀκοντίζουσαι, τὸν ἕνα στόχον οὐκ ἔτρωσαν, ἀλλʼ ἑαυταῖς συνασπίζουσαι τότε πᾶσαι κατεκόπησαν. μετὰ δὲ ταύτας Δηιάνειραν καὶ Ἀστερίαν καὶ Μάρπην, ἔτι δὲ Τέκμησσαν καὶ Ἀλκίππην ἐχειρώσατο. αὕτη δʼ ὀμόσασα παρθένος διαμενεῖν τὸν μὲν ὅρκον ἐφύλαξε, τὸ δὲ ζῆν οὐ διετήρησεν. ἡ δὲ τὴν στρατηγίαν ἔχουσα τῶν Ἀμαζόνων Μελανίππη καὶ θαυμαζομένη μάλιστα διʼ ἀνδρείαν ἀπέβαλε τὴν ἡγεμονίαν.
4.4
ἐδενδροτόμησε δὲ καὶ τὴν πλησίον χώραν καὶ καθεῖλε τὰς ἐπαύλεις, ἐξ ὧν ὠχύρωσε τὴν στρατοπεδείαν, περιλαβὼν τριπλῷ χάρακι καὶ σταυρώμασι πυκνοῖς καὶ μεγάλοις, ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν. μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει καὶ τοῖς πληρώμασιν ἔχωσεν ἐν ὀλίγαις ἡμέραις τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν καὶ κατεσκεύασε λιμένα ταῖς ναυσὶν ἀρκοῦντα.
9.8
τῶν δὲ Καρχηδονίων ἀπὸ μέρους προσβαλλόντων τῇ πόλει καὶ τοῖς κριοῖς καταβαλλόντων τὰ τείχη γενναίως ἠμύνοντο· τά τε γὰρ ἐφʼ ἡμέρας πίπτοντα τῶν τειχῶν νυκτὸς ἀνῳκοδόμουν, συνυπηρετουσῶν τῶν γυναικῶν καὶ παίδων· οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διετέλουν μαχόμενοι, τὸ δʼ ἄλλο πλῆθος τοῖς ἔργοις καὶ ταῖς ἄλλαις παρασκευαῖς προσήδρευε μετὰ πάσης προθυμίας·