Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

17.1 ἱππεῖς δὲ πεντακισχίλιοι. οἱ δὲ Ἕλληνες κατὰ τοῦτον τὸν καιρὸν ἀντεστρατοπέδευσαν πολὺ τοῖς πλήθεσι λειπόμενοι· πολλοὶ γὰρ αὐτῶν διὰ τὰς προγεγενημένας εὐημερίας καταφρονοῦντες τῶν πολεμίων εἰς τὰς πατρίδας ἦσαν ἀπεληλυθότες πρὸς τὴν τῶν ἰδίων ἐπίσκεψιν.
17.2 διʼ ἃς αἰτίας πολλοὶ τῶν στρατιωτῶν ἀτακτούντων ὑπολοίπους εἶχον ἐν τῇ παρεμβολῇ πεζοὺς μὲν δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ πεντακοσίους, ἐν οἷς μάλιστα εἶχον τὰς τῆς νίκης ἐλπίδας διά τε τὰς τῶν ἀνδρῶν ἀρετὰς καὶ διὰ τὸ πεδινὴν ὑποκεῖσθαι χώραν.
17.3 τέλος δὲ τῶν περὶ Ἀντίπατρον καθʼ ἡμέραν προαγόντων τὰς δυνάμεις καὶ προκαλουμένων εἰς μάχην τὸ μὲν πρῶτον ἀνέμενον τοὺς ἀπὸ τῶν πόλεων παραγενησομένους, τῶν δὲ καιρῶν κατεπειγόντων ἠναγκάζοντο συγκαταβαίνειν εἰς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον. ἐκτάξαντες δὲ τὴν δύναμιν καὶ σπεύδοντες διὰ τῶν ἱππέων κρῖναι τὸν πόλεμον τούτους πρὸ τῆς τῶν πεζῶν φάλαγγος ἔστησαν.
17.4 γενομένης δὲ ἱππομαχίας καὶ τῶν Θετταλῶν ἱππέων πλεονεκτούντων διὰ τὰς ἀρετὰς οἱ περὶ τὸν Ἀντίπατρον ἐπήγαγον τὴν ἰδίαν φάλαγγα καὶ τοῖς πεζοῖς τῶν πολεμίων ἐπιρράξαντες πολὺν ἐποιοῦντο φόνον. οἱ δʼ Ἕλληνες τὸ βάρος καὶ τὸ πλῆθος τῶν πολεμίων οὐ δυνάμενοι φέρειν εὐθὺς ἀπεχώρησαν πρὸς τὰς δυσχωρίας, τηροῦντες τὰς τάξεις ἐπιμελῶς. διὸ καὶ δραξάμενοι τόπων ὑπερδεξίων ῥᾳδίως ἠμύναντο τοὺς Μακεδόνας, ὑπερδέξιον ἔχοντες τὴν στάσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi