Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

15.6 οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
15.7 Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.
15.8 τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα. τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.
15.9 οὗτος δὲ ναυμαχήσας πρὸς Ἠετίωνα τὸν Ἀθηναίων ναύαρχον ἐνίκησε δυσὶν ναυμαχίαις καὶ συχνὰς τῶν πολεμίων νεῶν διέφθειρε περὶ τὰς καλουμένας Ἐχινάδας νήσους.
16.1 ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην. οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi