Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

112.8 ἴδιον δέ τι συνέβη καὶ περὶ τὸν Ἡρακλέους φίλον τὸν ὀνομαζόμενον Φόλον. οὗτος γὰρ διὰ τὴν συγγένειαν θάπτων τοὺς πεπτωκότας Κενταύρους, καὶ βέλος ἔκ τινος ἐξαιρῶν, ὑπὸ τῆς ἀκίδος ἐπλήγη, καὶ τὸ τραῦμα ἔχων ἀνίατον ἐτελεύτησεν. ὃν Ἡρακλῆς μεγαλοπρεπῶς θάψας ὑπὸ τὸ ὄρος ἔθηκεν, ὃ στήλης ἐνδόξου γέγονε κρεῖττον· Φολόη γὰρ ὀνομαζόμενον διὰ τῆς ἐπωνυμίας μηνύει τὸν ταφέντα καὶ οὐ διʼ ἐπιγραφῆς. ὁμοίως δὲ καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικῇ θαυμαζόμενον ἀκουσίως τόξου βολῇ διέφθειρε. καὶ περὶ μὲν τῶν Κενταύρων ἱκανῶς ἡμῖν εἰρήσθω.
86.8 ἐπὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας Ἀθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δʼ Ἀθηναίους ὑποσπόνδους ἀφῆκεν. εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια.
113.1 μετὰ δὲ ταῦτʼ ἔλαβε πρόσταγμα τὴν χρυσόκερων μὲν οὖσαν ἔλαφον, τάχει δὲ διαφέρουσαν, ἀγαγεῖν. τοῦτον δὲ τὸν ἆθλον συντελῶν τὴν ἐπίνοιαν ἔσχεν οὐκ ἀχρηστοτέραν τῆς κατὰ τὸ σῶμα ῥώμης. οἱ μὲν γάρ φασιν αὐτὴν ἄρκυσιν ἑλεῖν, οἱ δὲ διὰ τῆς στιβείας χειρώσασθαι καθεύδουσαν, τινὲς δὲ συνεχεῖ διωγμῷ καταπονῆσαι· πλὴν ἄνευ βίας καὶ κινδύνων διὰ τῆς κατὰ τὴν ψυχὴν ἀγχινοίας τὸν ἆθλον τοῦτον κατειργάσατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi