Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

13.4 μετὰ δὲ ταῦτα Αἰτωλοὶ μὲν ἀξιώσαντες τὸν Λεωσθένην διά τινας ἐθνικὰς χρείας κατὰ τὸ παρὸν ἀπελθεῖν ἐπʼ οἴκου πάντες ἐπανῆλθον εἰς τὴν Αἰτωλίαν· οὕτως δὲ τῶν περὶ Ἀντίπατρον καταπονηθέντων καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι διὰ τὴν προσδοκωμένην σιτοδείαν ἡ τύχη τι παράδοξον ἀπένειμε τοῖς Μακεδόσιν εὐκλήρημα.
13.5 τοῦ γὰρ Ἀντιπάτρου τοῖς τὰς τάφρους ὀρύττουσιν ἐπιθεμένου καὶ συμπλοκῆς γενομένης ὁ μὲν Λεωσθένης παραβοηθῶν τοῖς ἰδίοις καὶ πληγεὶς εἰς τὴν κεφαλὴν λίθῳ παραχρῆμα μὲν ἔπεσεν καὶ λιποψυχήσας εἰς τὴν παρεμβολὴν ἀπεκομίσθη, τῇ τρίτῃ δʼ ἡμέρᾳ τελευτήσαντος αὐτοῦ καὶ ταφέντος ἡρωικῶς διὰ τὴν ἐν τῷ πολέμῳ δόξαν ὁ μὲν δῆμος τῶν Ἀθηναίων τὸν ἐπιτάφιον ἔπαινον εἰπεῖν προσέταξεν Ὑπερείδῃ τῷ πρωτεύοντι τῶν ῥητόρων τῇ τοῦ λόγου δεινότητι καὶ τῇ κατὰ τῶν Μακεδόνων ἀλλοτριότητι·
13.6 κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν ὁ μὲν κορυφαῖος τῶν Ἀθήνησι ῥητόρων Δημοσθένης ἐπεφεύγει, καταδεδικασμένος ὡς εἰληφὼς τῶν Ἁρπαλείων χρημάτων. ἀντὶ δὲ τοῦ Λεωσθένους κατεστάθη στρατηγὸς Ἀντίφιλος, ἀνὴρ συνέσει στρατηγικῇ καὶ ἀνδρείᾳ διαφέρων. καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
14.1 κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο· συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi