Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

9.3 διὸ καὶ Λεωσθένης μετὰ πολλῆς ἡσυχίας μισθωσάμενος τοὺς προειρημένους παραδόξως ἑτοίμην ἔσχε πρὸς τὰς πράξεις ἀξιόλογον δύναμιν· ἐστρατευμένοι γὰρ κατὰ τὴν Ἀσίαν πολὺν χρόνον καὶ πολλῶν καὶ μεγάλων ἀγώνων μετεσχηκότες ἀθληταὶ τῶν κατὰ πόλεμον ἔργων ἐγεγένηντο.
9.4 ταῦτα μὲν οὖν οὕτως ἐπράττετο μήπω καλῶς ἐγνωσμένης τῆς Ἀλεξάνδρου τελευτῆς· ἐπεὶ δέ τινες ἐκ Βαβυλῶνος ἧκον αὐτόπται γεγονότες τῆς τοῦ βασιλέως μεταλλαγῆς, τότε φανερῶς ὁ δῆμος ἀπεκαλύψατο πρὸς τὸν πόλεμον καὶ τῶν μὲν Ἁρπάλου χρημάτων μέρος ἐξέπεμψε τῷ Λεωσθένει καὶ πανοπλίας οὐκ ὀλίγας καὶ παρήγγειλε μηκέτι παρακρύπτειν, ἀλλὰ φανερῶς πράττειν τι τῶν συμφερόντων.
9.5 ὁ δὲ διαδοὺς τοῖς μισθοφόροις τὰς συντάξεις καὶ καθοπλίσας τοὺς ἀνόπλους παρῆλθεν εἰς Αἰτωλίαν, συνθησόμενος κοινοπραγίαν. ἀσμένως δὲ τῶν Αἰτωλῶν συνυπακουσάντων καὶ διδόντων αὐτῷ στρατιώτας ἑπτακισχιλίους ὁ μὲν Λεωσθένης διαπεμπόμενος πρός τε τοὺς Λοκροὺς καὶ Φωκεῖς καὶ τοὺς ἄλλους τοὺς πλησιοχώρους παρεκάλει τῆς αὐτονομίας ἀντέχεσθαι καὶ τῆς τῶν Μακεδόνων δεσποτείας
10.1 ἐλευθερῶσαι τὴν Ἑλλάδα· ὁ δὲ δῆμος τῶν Ἀθηναίων, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν, τῶν δὲ δημοκόπων ἀνασειόντων τὰ πλήθη καὶ παρακαλούντων ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου, πολὺ τοῖς πλήθεσιν ὑπερεῖχον οἱ τὸν πόλεμον αἱρούμενοι καὶ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν· οἷς ποτʼ ἔφησεν ὁ Φίλιππος τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν, τὴν δὲ εἰρήνην πόλεμον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi