Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

6.4 Αἴγυπτος. πᾶσαι δʼ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι. αἱ μὲν οὖν ὑπʼ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.
7.1 οἱ δʼ ἐν ταῖς ἄνω καλουμέναις σατραπείαις κατοικισθέντες Ἕλληνες ὑπʼ Ἀλεξάνδρου, ποθοῦντες μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν καὶ δίαιταν, ἐν δὲ ταῖς ἐσχατιαῖς τῆς βασιλείας ἐξερριμμένοι, ζῶντος μὲν τοῦ βασιλέως ὑπέμενον διὰ τὸν φόβον, τελευτήσαντος δὲ ἀπέστησαν.
7.2 συμφρονήσαντες δὲ καὶ ἑλόμενοι στρατηγὸν Φίλωνα τὸν Αἰνιᾶνα δύναμιν ἀξιόλογον συνεστήσαντο. πεζοὺς μὲν γὰρ εἶχον πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ τρισχιλίους, πάντας δὲ τῶν κατὰ τὸν πόλεμον ἀγώνων πολλάκις πεῖραν εἰληφότας καὶ διαφόρους ταῖς ἀνδραγαθίαις.
7.3 Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους. τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας. δοὺς δʼ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας.
7.4 ὁ δὲ Πίθων μεγαλεπίβολος ὢν ἀσμένως ὑπήκουσεν εἰς τὴν στρατείαν, διανοούμενος τοὺς μὲν Ἕλληνας ταῖς φιλανθρωπίαις προσάγεσθαι, τὴν δὲ δύναμιν τῇ τούτων συμμαχίᾳ μεγάλην ποιήσας ἰδιοπραγεῖν καὶ τῶν ἄνω σατραπειῶν δυναστεύειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi