Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

 
τρόπον· τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατʼ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι.
 
ἦν δʼ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι· ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν.
 
ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες· ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
 
τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
 
πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.
 
οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν. διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπʼ Ἀντίγονον. οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.
 
ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
 
οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει· μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.
 
οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας· αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.
 
τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα. οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.
 
διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα. ὁ δὲ Νικάνωρ ἀποκρίσεις ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον· ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.
 
κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ. ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
 
οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.
 
ἀτελέστων δʼ ἔτι τῶν ἐπαγγελιῶν οὐσῶν ᾗκεν Ἀλέξανδρος ὁ Πολυπέρχοντος υἱὸς μετὰ δυνάμεως εἰς τὴν Ἀττικήν. οἱ μὲν οὖν Ἀθηναῖοι διέλαβον αὐτὸν ἥκειν ἀποκαταστήσοντα τῷ δήμῳ τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ, τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον αὐτὸς ἰδίᾳ παραληψόμενος ἀμφότερα πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας.
 
τῶν γὰρ Ἀντιπάτρῳ γεγονότων φίλων τινές, ὧν ὑπῆρχον καὶ οἱ περὶ Φωκίωνα, φοβούμενοι τὰς ἐκ τῶν νόμων τιμωρίας ὑπήντησαν τῷ Ἀλεξάνδρῳ καὶ διδάξαντες τὸ συμφέρον ἔπεισαν αὐτὸν ἰδίᾳ κατέχειν τὰ φρούρια καὶ μὴ παραδιδόναι τοῖς Ἀθηναίοις, μέχρι ἂν ὁ Κάσανδρος καταπολεμηθῇ.
 
ὁ δὲ Ἀλέξανδρος πλησίον τοῦ Πειραιῶς καταστρατοπεδεύσας τοὺς μὲν Ἀθηναίους οὐ παρελάμβανε πρὸς τὰς ἐντεύξεις τὰς πρὸς τὸν Νικάνορα, ἰδίᾳ δὲ συνιὼν εἰς λόγους καὶ ἐν ἀπορρήτοις διαπραττόμενος φανερὸς ἦν ἀδικεῖν μέλλων τοὺς Ἀθηναίους.
 
ὁ δὲ δῆμος εἰς ἐκκλησίαν συνελθὼν τὰς μὲν ὑπαρχούσας ἀρχὰς κατέλυσεν, ἐκ δὲ τῶν δημοτικωτάτων τὰ ἀρχεῖα καταστήσας τοὺς ἐπὶ τῆς ὀλιγαρχίας γεγονότας ἄρχοντας κατεδίκασε τοὺς μὲν θανάτῳ, τοὺς δὲ φυγῇ καὶ δημεύσει τῆς οὐσίας· ἐν οἷς ἦν καὶ Φωκίων ὁ ἐπʼ Ἀντιπάτρου τὴν τῶν ὅλων ἀρχὴν ἐσχηκώς.
 
οὗτοι μὲν οὖν ἐκβληθέντες ἐκ τῆς πόλεως κατέφυγον πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος καὶ διὰ τούτου τὴν σωτηρίαν ἑαυτοῖς πορίζειν ἐφιλοτιμοῦντο. προσδεχθέντες δὲ ὑπʼ αὐτοῦ φιλοφρόνως γράμματα ἔλαβον πρὸς τὸν πατέρα Πολυπέρχοντα, ὅπως μηδὲν πάθωσιν οἱ περὶ Φωκίωνα, τἀκείνου πεφρονηκότες καὶ νῦν ἐπαγγελλόμενοι πάντα συμπράξειν.
 
ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας· αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.
 
διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.
 
συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.
 
ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων. ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.
 
λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι· τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.
 
βιαζομένου δὲ τοῦ Φωκίωνος καὶ πρὸς περίστασιν ἀπεγνωσμένην ὑπὲρ τοῦ ζῆν ἀγωνιζομένου οἱ μὲν πλησίον ὄντες ἤκουον τῶν τῆς ὑποθέσεως δικαίων, οἱ δὲ μακρότερον διεστηκότες διὰ τὸ μέγεθος τῆς κραυγῆς τῶν θορυβούντων ἤκουον μὲν οὐδέν, αὐτὴν δὲ μόνην ἐθεώρουν τὴν τοῦ σώματος κίνησιν, γινομένην ἐναγώνιον καὶ ποικίλην διὰ τὸ μέγεθος τοῦ κινδύνου.
 
τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι. ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
 
τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ. συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
 
τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου δὲ καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
 
πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.
 
διὰ δὲ τῆς τοῦ κωνείου πόσεως κατὰ τὸ πάτριον ἔθος τὸν βίον καταλύσαντες ἐρρίφησαν ἄταφοι πάντες ἐκ τῶν τῆς Ἀττικῆς ὅρων. ὁ μὲν οὖν Φωκίων καὶ οἱ μετʼ αὐτοῦ διαβληθέντες τοιαύτην ἔσχον τὴν τοῦ βίου καταστροφήν.
 
Κάσανδρος δὲ παρʼ Ἀντιγόνου λαβὼν ναῦς μακρὰς τριάκοντα· καὶ πέντε, στρατιώτας δὲ τετρακισχιλίους κατέπλευσεν εἰς τὸν Πειραιᾶ. προσδεχθεὶς δʼ ὑπὸ Νικάνορος τοῦ φρουράρχου παρέλαβε τὸν Πειραιᾶ καὶ τὰ κλεῖθρα τοῦ λιμένος· τὴν δὲ Μουνυχίαν αὐτὸς ὁ Νικάνωρ κατεῖχεν, μὲν ἔχων ἰδίους στρατιώτας ἱκανοὺς εἰς τὸ τηρεῖν τὸ φρούριον.
 
Πολυπέρχων δὲ μετὰ τῶν βασιλέων ἔτυχε μὲν διατρίβων περὶ τὴν Φωκίδα, πυθόμενος δὲ τὸν εἰς Πειραιᾶ κατάπλουν τοῦ Κασάνδρου παρῆλθεν εἰς τὴν Ἀττικὴν καὶ πλησίον τοῦ Πειραιῶς κατεστρατοπέδευσεν.
 
εἶχεν δὲ μεθʼ ἑαυτοῦ στρατιώτας πεζοὺς μὲν Μακεδόνας δισμυρίους, τῶν δʼ ἄλλων συμμάχων περὶ τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. ἐπεβάλετο μὲν οὖν πολιορκεῖν τοὺς περὶ τὸν Κάσανδρον, σπανίζων δὲ τροφῆς καὶ τὴν πολιορκίαν ὑπολαμβάνων ἔσεσθαι πολυχρόνιον ἠναγκάσθη μέρος τῆς δυνάμεως ἀπολιπεῖν κατὰ τὴν Ἀττικὴν τὸ δυνάμενον ἔχειν τὴν τοῦ σίτου χορηγίαν, ἡγουμένου τοῦ υἱοῦ Ἀλεξάνδρου, αὐτὸς δὲ τὸ πλεῖστον τῆς δυνάμεως ἀναλαβὼν παρῆλθεν εἰς Πελοπόννησον, συναναγκάσων τοὺς Μεγαλοπολίτας πειθαρχεῖν τοῖς βασιλεῦσιν, οἳ ἐτύγχανον μὲν τὰ Κασάνδρου φρονοῦντες καὶ διὰ τῆς ὑπʼ Ἀντιπάτρου καθεσταμένης ὀλιγαρχίας διοικούμενοι.
 
τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος ὁ Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε. καθʼ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους.
 
κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι κατὰ κράτος ὁ Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην τοῖς πολιορκοῦσι. διόπερ ὁ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ.
 
Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας. ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν διʼ Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν.
 
πολλῶν δʼ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα. μόνων δὲ τῶν Μεγαλοπολιτῶν διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.
 
οἱ δὲ Μεγαλοπολῖται γνόντες τὴν ἐπιβουλὴν τοῦ Πολυπέρχοντος ἐψηφίσαντο τὰ μὲν ἀπὸ τῆς χώρας κατάγειν εἰς τὴν πόλιν, τῶν δὲ πολιτῶν καὶ ξένων καὶ δούλων ἀριθμὸν ποιησάμενοι μυρίους καὶ πεντακισχιλίους εὗρον τοὺς δυναμένους παρέχεσθαι τὰς πολεμικὰς χρείας. εὐθὺς οὖν τοὺς μὲν εἰς τάξεις κατελόχιζον, οὓς δὲ πρὸς τὰς ὑπηρεσίας τοῖς ἔργοις καθίστανον, οὓς δʼ ἐπὶ τὴν ἐπιμέλειαν τῶν τειχῶν ἔταττον.
 
ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν οἱ μὲν περὶ τὴν πόλιν τάφρον ὤρυττον βαθεῖαν, οἱ δὲ ἀπὸ τῆς χώρας χάρακα παρεκόμιζον, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν κατεσκεύαζον, ἄλλοι δὲ περὶ τὰς ὁπλοποιίας καὶ τὴν κατασκευὴν τῶν ὀξυβελῶν καταπελτῶν ἐγίνοντο, πᾶσα δʼ ἡ πόλις ἐν ἔργοις καθειστήκει διά τε τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ διὰ τοὺς προσδοκωμένους κινδύνους·
 
διεβεβόητο γὰρ τό τε μέγεθος τῆς βασιλικῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν συνακολουθούντων ἐλεφάντων καὶ δοκούντων ἀνυπόστατον ἔχειν τήν τε ἀλκὴν καὶ τὴν τοῦ σώματος ὁρμήν.
 
ταχὺ δὲ πάντων εὐτρεπῶν γενομένων ὁ μὲν Πολυπέρχων ἧκε μετὰ πάσης τῆς δυνάμεως καὶ πλησίον τῆς πόλεως ἐστρατοπέδευσε δύο θέμενος παρεμβολάς, τὴν μὲν τῶν Μακεδόνων, τὴν δὲ τῶν συμμάχων. κατασκευάσας δὲ πύργους ξυλίνους ὑψηλοτέρους τῶν τειχῶν προσῆγε τῇ πόλει κατὰ τοὺς εὐθέτους τόπους καὶ βέλη παντοδαπὰ καὶ τοὺς ἀγωνιζομένους ἐπιστήσας ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἀντιτεταγμένους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi