Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

99.1 ἅμα δʼ οἵ τε ναύαρχοι τοῖς σαλπιγκταῖς παρεκελεύοντο σημαίνειν καὶ τὸ παρʼ ἑκατέροις πλῆθος ἐναλλὰξ ἐπαλαλάζον ἐξαίσιον ἐποίει βοήν· πάντες δὲ μετὰ σπουδῆς ἐλαύνοντες τὸ ῥόθιον ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου σπεύδοντος πρώτου κατάρξασθαι τῆς μάχης.
69.3 τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι. ὁ δὲ λυθεὶς καὶ μετʼ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος. οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δʼ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα.
76.2 ἔμπειροί τε γὰρ ἦσαν τῶν κινδύνων οἱ πλεῖστοι διὰ τὸ μῆκος τοῦ πολέμου καὶ σπουδὴν ἀνυπέρβλητον εἰσεφέροντο διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηθροῖσθαι· πάντες γὰρ ὑπελάμβανον τοὺς ταύτῃ τῇ μάχῃ νικήσαντας πέρας ἐπιθήσειν τῷ πολέμῳ.
69.4 τῶν μὲν οὖν στρατιωτῶν οἱ πλείους ἐμμείναντες ταῖς συνθήκαις ἔτυχον τῶν ὁμολογηθέντων· ὅσοι δὲ τὰς πόλεις διακατέχοντες ἀντεῖχον ταῖς παρʼ Ἀγαθοκλέους ἐλπίσιν, ἐξεπολιορκήθησαν κατὰ κράτος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi