Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

74.7 ἀκούσας δʼ ὁ μάντις ταῦτα διεσάφει τοὺς ἑπτὰ τῶν στρατηγῶν ἀναιρεθήσεσθαι. τῶν δʼ ἱερῶν φερόντων νίκην, οἱ στρατηγοὶ περὶ μὲν τῆς ἑαυτῶν ἀπωλείας ἐκώλυον ἑτέροις ἀπαγγέλλειν, περὶ δὲ τῆς ἐν τοῖς ἱεροῖς νίκης ἀνήγγειλαν καθʼ ὅλην τὴν δύναμιν.
68.1 Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπʼ αὐτοῦ, τῆς δὲ ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν. διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτʼ ἂν θαλασσοκρατοῦντας.
98.1 Καλλικρατίδας δʼ ὁ ναύαρχος συναγαγὼν τὰ πλήθη καὶ παραθαρσύνας τοῖς οἰκείοις λόγοις, τὸ τελευταῖον εἶπεν· εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον οὕτως εἰμὶ πρόθυμος αὐτός, ὥστε τοῦ μάντεως λέγοντος διὰ τῶν ἱερείων ὑμῖν μὲν προσημαίνεσθαι νίκην, ἐμοὶ δὲ θάνατον, ὅμως ἕτοιμός εἰμι τελευτᾶν. εἰδὼς οὖν μετὰ τὸν τῶν ἡγεμόνων θάνατον ἐν θορύβῳ τὰ στρατόπεδα γινόμενα, νῦν ἀναδεικνύω ναύαρχον, ἂν ἐγώ τι πάθω, τὸν διαδεξόμενον Κλέαρχον, ἄνδρα πεῖραν δεδωκότα τῶν κατὰ τὸν πόλεμον ἔργων.
68.2 διαλύσεις δʼ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi