Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

74.5 τοῖς μὲν γὰρ Λακεδαιμονίοις ἡ τοῦ θύματος κεφαλὴ κειμένη παρὰ τὸν αἰγιαλὸν ἀφανὴς ἐγεγόνει, προσκλύζοντος τοῦ κύματος· διόπερ ὁ μάντις προύλεγε, διότι τελευτήσει ναυμαχῶν ὁ ναύαρχος· οὗ ῥηθέντος φασὶ τὸν Καλλικρατίδαν εἰπεῖν, ὅτι τελευτήσας κατὰ τὴν μάχην οὐδὲν ἀδοξοτέραν ποιήσει τὴν Σπάρτην.
66.3 τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν. εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο.
74.6 τῶν δʼ Ἀθηναίων ὁ στρατηγὸς Θρασύβουλος, ὃς ἦν ἐπὶ τῆς ἡγεμονίας ἐκείνην τὴν ἡμέραν, εἶδε κατὰ τὴν νύκτα τοιαύτην ὄψιν· ἔδοξεν Ἀθήνησι τοῦ θεάτρου πλήθοντος αὐτός τε καὶ τῶν ἄλλων στρατηγῶν ἓξ ὑποκρίνεσθαι τραγῳδίαν Εὐριπίδου Φοινίσσας· τῶν δʼ ἀντιπάλων ὑποκρινομένων τὰς Ἱκέτιδας δόξαι τὴν Καδμείαν νίκην αὐτοῖς περιγενέσθαι, καὶ πάντας ἀποθανεῖν μιμουμένους τὰ πράγματα τῶν ἐπὶ τὰς Θήβας στρατευσάντων.
66.4 ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι. ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν. αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi