Kitap 17
102.7
τοῦτον δὲ μυθολογοῦσιν ἐπελθεῖν ἅπασαν τὴν οἰκουμένην, εὑρετὴν γενόμενον τοῦ οἴνου, καὶ τὴν φυτείαν διδάξαι τῆς ἀμπέλου τοὺς ἀνθρώπους, καὶ διὰ ταύτην τὴν εὐεργεσίαν τυχεῖν συμφωνουμένης ἀθανασίας. ὁμοίως δὲ τοὺς Ἰνδοὺς τὸν θεὸν τοῦτον παρʼ ἑαυτοῖς ἀποφαίνεσθαι γεγονέναι, καὶ τὰ περὶ τὴν φυτείαν τῆς ἀμπέλου φιλοτεχνήσαντα μεταδοῦναι τῆς τοῦ οἴνου χρήσεως τοῖς %5κατὰ τὴν οἰκουμένην ἀνθρώποις. ἡμεῖς δὲ τὰ κατὰ μέρος περὶ τούτων εἰρηκότες νῦν τὰ παρὰ τοῖς Ἕλλησι λεγόμενα περὶ τοῦ θεοῦ τούτου διέξιμεν.
65.2
διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.
96.4
Διονύσιος μὲν οὖν ἐκ γραμματέως καὶ τοῦ τυχόντος ἰδιώτου τῆς μεγίστης πόλεως τῶν Ἑλληνίδων ἐγενήθη τύραννος· διετήρησε δὲ τὴν δυναστείαν ἄχρι τῆς τελευτῆς, τυραννήσας ἔτη δύο λείποντα τῶν τεσσαράκοντα. τὰς δὲ κατὰ μέρος αὐτοῦ πράξεις καὶ τὴν αὔξησιν τῆς ἀρχῆς ἐν τοῖς οἰκείοις χρόνοις διέξιμεν· δοκεῖ γὰρ οὗτος μεγίστην τῶν ἱστορουμένων τυραννίδα περιπεποιῆσθαι διʼ ἑαυτοῦ καὶ πολυχρονιωτάτην.