Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

65.1 τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον. τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.
96.3 ὁ δʼ οὖν Διονύσιος εὐθέως ἔγημε τὴν Ἑρμοκράτους θυγατέρα τοῦ καταπολεμήσαντος Ἀθηναίους, καὶ τὴν ἀδελφὴν ἔδωκε Πολυξένῳ τῆς Ἑρμοκράτους γυναικὸς ἀδελφῷ· τοῦτο δʼ ἔπραξε βουλόμενος οἰκίαν ἐπίσημον εἰς οἰκειότητα προσλαβέσθαι πρὸς τὸ τὴν τυραννίδα ποιῆσαι βεβαίαν. μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν τῶν ἀντιπραξάντων αὐτῷ τοὺς δυνατωτάτους ὄντας, Δαφναῖον καὶ Δήμαρχον, ἀνεῖλεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi