Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

101.5 ἐπιτυχόντα δὲ πᾶσι τοῖς ἄθλοις θέσθαι μὲν καὶ στήλην τὴν ἐπὶ τῆς Εὐρώπης, διὰ δὲ τὴν ὁμωνυμίαν καὶ τὴν τῆς προαιρέσεως ὁμοιότητα χρόνων ἐπιγενομένων τελευτήσαντα κληρονομῆσαι τὰς τῶν ἀρχαιοτέρων πράξεις, ὡς ἑνὸς Ἡρακλέους γεγονότος ἐν παντὶ τῷ πρότερον αἰῶνι.
66.2 διὸ καὶ μετεωρισθεὶς ταῖς ἐλπίσι πᾶν ἐμηχανήσατο πρὸς τὸ γενέσθαι τῆς πατρίδος τύραννος. μετὰ γὰρ τὴν παράληψιν τῆς ἀρχῆς οὔτε συνήδρευσεν ἅμα τοῖς στρατηγοῖς οὔθʼ ὅλως συνῆν· ταῦτα δὲ πράττων διεδίδου λόγον ὡς διαπεμπομένων αὐτῶν πρὸς τοὺς πολεμίους. οὕτω γὰρ μάλιστʼ ἤλπιζεν ἐκείνων μὲν περιαιρήσεσθαι τὴν ἐξουσίαν, ἑαυτῷ δὲ μόνῳ περιστήσειν τὴν στρατηγίαν.
101.6 ὑπὲρ δὲ τοῦ πλείους Διονύσους γεγονέναι σὺν ἄλλαις ἀποδείξεσι πειρῶνται φέρειν τὴν ἐκ τῆς Τιτανομαχίας· συμφωνουμένου γὰρ παρὰ πᾶσιν ὅτι Διόνυσος τῷ Διὶ συνηγωνίσατο τὸν πρὸς τοὺς Τιτᾶνας πόλεμον, οὐδαμῶς πρέπειν φασὶ τὴν τῶν Τιτάνων γενεὰν τιθέναι κατὰ τοὺς τῆς Σεμέλης χρόνους οὐδὲ Κάδμον τὸν Ἀγήνορος ἀποφαίνεσθαι πρεσβύτερον εἶναι τῶν Ὀλυμπίων θεῶν. οἱ μὲν οὖν Λίβυες περὶ Διονύσου τοιαῦτα μυθολογοῦσιν· ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ πρόθεσιν τετελεκότες αὐτοῦ περιγράψομεν τὴν τρίτην βίβλον.
66.3 ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ μὲν χαριέστατοι τῶν πολιτῶν ὑπώπτευον τὸ γινόμενον, καὶ κατὰ πάσας τὰς συνόδους ἐβλασφήμουν αὐτόν, ὁ δὲ δημοτικὸς ὄχλος, ἀγνοῶν τὴν ἐπιβουλήν, ἐπῄνει καὶ μόγις ἔφασκε τὴν πόλιν προστάτην εὑρηκέναι βέβαιον.
arg. τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Διοδώρου βίβλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi