Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 17

78.3 διὰ δὲ τὸ πλῆθος τοῦ χρόνου τῶν προτέρων εὑρετῶν ἀγνοηθέντων ὑπὸ τῶν πολλῶν, τοῦτον κληρονομῆσαι τὴν τῶν προγενεστέρων προαίρεσίν τε καὶ δόξαν. οὐκ ἐπὶ τούτου δὲ μόνου συμβῆναι τὸ προειρημένον, ἀλλὰ καὶ μετὰ ταῦτʼ ἐφʼ Ἡρακλέους.
66.5 διόπερ συνεβούλευεν αἱρεῖσθαι στρατηγοὺς μὴ τοὺς δυνατωτάτους, ἀλλὰ τοὺς εὐνουστάτους καὶ δημοτικοὺς μᾶλλον· ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν τῶν πολλῶν, καὶ τὰς τῆς πατρίδος συμφορὰς ἰδίας ἡγεῖσθαι προσόδους, τοὺς δὲ ταπεινοτέρους οὐδὲν πράξειν τῶν τοιούτων, δεδιότας τὴν περὶ αὑτοὺς ἀσθένειαν.
78.4 δυοῖν γὰρ ὄντων τῶν προγενεστέρων τῶν τὴν αὐτὴν ἐσχηκότων προσηγορίαν, τὸν μὲν ἀρχαιότατον Ἡρακλέα μυθολογεῖσθαι γεγονέναι παρʼ Αἰγυπτίοις, καὶ πολλὴν τῆς οἰκουμένης τοῖς ὅπλοις καταστρεψάμενον θέσθαι τὴν ἐπὶ τῆς Λιβύης στήλην, τὸν δὲ δεύτερον ἐκ Κρήτης ἕνα τῶν Ἰδαίων ὄντα Δακτύλων καὶ γενόμενον γόητα καὶ στρατηγικὸν συστήσασθαι τὸν Ὀλυμπικὸν ἀγῶνα· τὸν δὲ τελευταῖον μικρὸν πρὸ τῶν Τρωικῶν ἐξ Ἀλκμήνης καὶ Διὸς τεκνωθέντα πολλὴν ἐπελθεῖν τῆς οἰκουμένης, ὑπηρετοῦντα τοῖς Εὐρυσθέως προστάγμασιν.
92.1 πάντα δὲ πρὸς τὴν τῶν ἀκουόντων προαίρεσιν καὶ τὴν ἰδίαν ἐπιβολὴν δημηγορήσας οὐ μετρίως ἐξῆρε τὸν τῶν ἐκκλησιαζόντων θυμόν· ὁ γὰρ δῆμος καὶ πάλαι μισῶν τοὺς στρατηγοὺς διὰ τὸ δοκεῖν κακῶς προΐστασθαι τοῦ πολέμου, τότε διὰ τῶν λόγων παροξυνθεὶς παραυτίκα τοὺς μὲν ἔλυσε τῆς ἀρχῆς, ἑτέρους δʼ εἵλατο στρατηγούς, ἐν οἷς καὶ τὸν Διονύσιον, ὃς ἐν ταῖς πρὸς Καρχηδονίους μάχαις ἀνδρείᾳ δόξας διενηνοχέναι περίβλεπτος ἦν παρὰ τοῖς Συρακοσίοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi