Kitap 17
66.1
Ἰμίλκας δὲ ὀκτὼ μῆνας πολιορκήσας τὴν πόλιν, καὶ μικρὸν πρὸ τῆς χειμερινῆς τροπῆς κυριεύσας αὐτῆς, οὐκ εὐθὺς κατέσκαψεν, ὅπως αἱ δυνάμεις ἐν ταῖς οἰκίαις παραχειμάσωσιν. τῆς δὲ περὶ τὸν Ἀκράγαντα συμφορᾶς διαγγελθείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεθίστασθαι, τοὺς δὲ εἰς τὴν Ἰταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσθαι.
77.8
γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας. μετὰ δὲ ταῦτα Ἄμμωνος καὶ Διονύσου μεταστάντων ἐκ τῆς ἀνθρωπίνης φύσεως εἰς τὴν ἀθανασίαν, τὸν Δία φασὶ βασιλεῦσαι τοῦ σύμπαντος κόσμου, κεκολασμένων τῶν Τιτάνων, καὶ μηδενὸς ὄντος τοῦ τολμήσοντος δι’ ἀσέβειαν ἀμφισβητῆσαι τῆς ἀρχῆς.
66.2
οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν Ἀκραγαντῖνοι παραγενηθέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ τὴν ἐκείνων προδοσίαν ἀπολωλέναι τὴν πατρίδα. συνέβαινε δὲ καὶ ὑπὸ τῶν ἄλλων Σικελιωτῶν ἐπιτιμήσεως τυγχάνειν τοὺς Συρακοσίους, ὅτι τοιούτους προστάτας αἱροῦνται, διʼ οὓς ἀπολέσθαι κινδυνεύει πᾶσα Σικελία.
74.1
τὸν μὲν οὖν πρῶτον Διόνυσον ἐξ Ἄμμωνος καὶ Ἀμαλθείας γενόμενον τοιαύτας οἱ Λίβυες ἱστοροῦσιν ἐπιτελέσασθαι πράξεις· τὸν δὲ δεύτερόν φασιν ἐξ Ἰοῦς τῆς Ἰνάχου Διὶ γενόμενον βασιλεῦσαι μὲν τῆς Αἰγύπτου, καταδεῖξαι δὲ τὰς τελετάς· τελευταῖον δὲ τὸν ἐκ Διὸς καὶ Σεμέλης τεκνωθέντα παρὰ τοῖς Ἕλλησι ζηλωτὴν γενέσθαι τῶν προτέρων.