Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

60.5 μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.
60.6 οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο· ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.
61.7 ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων. ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.
61.8 περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.
61.1 ὁ δʼ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα. καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας βοηθεῖν τὴν ταχίστην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi