Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

56.3 διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ. πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε. τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δʼ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν.
61.4 οἱ δὲ Συρακόσιοι θεωροῦντες τὴν Ἀκράγαντος πολιορκίαν, καὶ φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς Ἱμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης, πάλαι μὲν ἔσπευδον ἐκπέμψαι τὴν βοήθειαν, τότε δὲ παραγενομένων τῶν ἐξ Ἰταλίας καὶ Μεσσήνης συμμάχων στρατηγὸν Λαφναῖον εἵλαντο.
81.4 τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi