Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

60.3 οἱ μὲν οὖν Ἀκραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καθώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς. συνεμάχει δʼ αὐτοῖς Δέξιππός τε ὁ Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων· οὗτος γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα.
80.5 οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι.
60.4 διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα· ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες. οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.
80.6 ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi