Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 16

57.6 δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἃ τινὰ μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθʼ ἑαυτὸν βίου διαμένοντα.
78.5 ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς διʼ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.
57.7 καὶ κατὰ τὴν προτέραν δὲ ταύτης Ὀλυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφʼ ἅρματος· συνεπόμπευον δʼ αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρʼ αὐτῶν τῶν Ἀκραγαντίνων.
52.1 λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.
58.8 καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τʼ ἐσθῆτα μαλακὴν φοροῦντες καθʼ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
54.2 τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi