Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

63.6 διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπʼ αὐτῆς φυλάκων. οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ. ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι· τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δʼ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι.
63.7 διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν· ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται.
63.8 ὁ δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ᾧ ποτʼ ἂν ᾖ τόπῳ.
39.9 οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου· τῆς δʼ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.
40.1 παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν Ἰχθυοφάγων ἔθνη κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδύται. πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi