Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

68.2 ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας.
48.4 ἐκβοηθησάντων δὲ τῶν ἐκ τῆς πόλεως πανδημεὶ καὶ προσπεσόντων ἀπροσδοκήτως, χρόνον μέν τινα διεκαρτέρουν οἱ περὶ τὸν Ἀλκιβιάδην, μετὰ δὲ ταῦτα τοῖς Κυμαίοις προσγενομένων πολλῶν τῶν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἠναγκάσθησαν καταλιπόντες τοὺς αἰχμαλώτους καταφυγεῖν ἐπὶ τὰς ναῦς.
44.3 καθʼ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα.
48.5 ὁ δʼ Ἀλκιβιάδης ἐπὶ τοῖς ἐλαττώμασι περιαλγὴς γενόμενος ἐκ Μιτυλήνης μετεπέμψατο τοὺς ὁπλίτας, καὶ πρὸ τῆς πόλεως ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο τοὺς Κυμαίους εἰς μάχην· οὐδενὸς δʼ ἐξιόντος δῃώσας τὴν χώραν ἀπέπλευσεν ἐπὶ Μιτυλήνην.
44.4 οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος· εἵλετο γὰρ ἂν Βορμίλκας ἐπʼ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν· οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο· ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετʼ Ὀφέλλα δύναμιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi