Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

47.6 οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἅμʼ ἡμέρᾳ θεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάθος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, θεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα.
43.1 ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
47.7 μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριθμὸν τοῖς ἐναντίοις· ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη. ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δʼ ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο.
43.2 δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν. καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον. τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi