Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

44.5 θράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος· ἦν δὲ καὶ τὴν ὄψιν καθʼ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος.
63.6 Ἀγαθοκλῆς δὲ τοὺς ἀρίστους ἔχων περὶ αὑτὸν πρῶτος ἐβιάσατο τοὺς ἀνθεστηκότας καὶ τῇ τούτων τροπῇ τοὺς λοιποὺς βαρβάρους φυγεῖν ἐποίησεν· μόνοι δὲ τῶν ἱππέων οἱ συναγωνιζόμενοι τοῖς Καρχηδονίοις Ἕλληνες, ὧν Κλίνων ἡγεῖτο, τοὺς περὶ τὸν Ἀγαθοκλέα βαρεῖς ἐπικειμένους ὑπέστησαν. ἀγωνισαμένων δʼ αὐτῶν λαμπρῶς οἱ πλεῖστοι μὲν ἀνῃρέθησαν μαχόμενοι γενναίως, οἱ δὲ περιλειφθέντες τύχῃ τινὶ διεσώθησαν.
44.6 καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθʼ ἅμα τῇ κείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον. πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον.
39.1 ὁ δʼ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὥρμησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει τοὺς Καρχηδονίους. οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi