Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

68.1 τοῦ δʼ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δʼ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος. περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον.
63.2 οἱ δὲ Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν· ἐπεὶ δʼ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις.
44.2 μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι. ὡς δʼ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι· συνέδραμον δʼ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν.
63.3 καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστʼ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν. ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν ἄλλην στρατοπεδείαν τῶν πολεμίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi