Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

65.2 τῶν δʼ Ἀθηναίων λαμπρῶς ἀγωνισαμένων, καὶ πολλαπλασίους ὄντας τοὺς πολεμίους τρεψαμένων, Μεγαρέων ἔπεσον μὲν πολλοί, τῶν δὲ Λακεδαιμονίων εἴκοσι μόνον· οἱ γὰρ Ἀθηναῖοι βαρέως φέροντες ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφθαι τοὺς μὲν Λακεδαιμονίους οὐκ ἐδίωξαν, πρὸς δὲ τοὺς Μεγαρεῖς χαλεπῶς διακείμενοι παμπληθεῖς ἀνεῖλον.
75.5 διόπερ εὔθετοι πρὸς δρόμον εἰσὶ καὶ λιθοβολίαν, διαπεπονηκότες τῇ μελέτῃ καὶ τῇ συνηθείᾳ τὰ τῆς φύσεως προτερήματα. καθόλου δὲ πρὸς τοὺς ἀλλοφύλους οὔτε τὸ δίκαιον οὔτε τὴν πίστιν κατʼ οὐδένα τρόπον διατηροῦσιν.
41.3 Λακεδαιμόνιοι δὲ Κρατησιππίδαν ἑλόμενοι ναύαρχον, καὶ παρὰ τῶν συμμάχων ναῦς αὑτῶν πληρώσαντες εἴκοσι πέντε, προσέταξαν παραβοηθεῖν τοῖς συμμάχοις. οὗτος δὲ χρόνον μέν τινα περὶ τὴν Ἰωνίαν διέτριψεν οὐθὲν ἄξιον λόγου πράξας· μετὰ δὲ ταῦτα παρὰ τῶν ἐκ Χίου φυγάδων λαβὼν χρήματα κατήγαγεν αὐτοὺς καὶ τὴν ἀκρόπολιν τῶν Χίων κατελάβετο.
41.4 οἱ δὲ κατελθόντες τῶν Χίων τοὺς ἀντιπολιτευομένους αὐτοῖς καὶ τῆς ἐκπτώσεως αἰτίους ὄντας εἰς ἑξακοσίους τὸν ἀριθμὸν ὄντας ἐφυγάδευσαν. οὗτοι δὲ τῆς ἀντιπέραν ἠπείρου χωρίον Ἀταρνέα καλούμενον κατελάβοντο, σφόδρα τῇ φύσει καθεστηκὸς ὀχυρόν, καὶ τὸ λοιπὸν ἐκ τούτου τὰς ἀφορμὰς ἔχοντες ἐπολέμουν τοῖς Χίον ἔχουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi