Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

63.3 παραλαβὼν δὲ καὶ τῶν ἐκπεπτωκότων Ἱμεραίων ὡς χιλίους, ἐπεχείρησε μὲν εἰς Συρακούσας κατελθεῖν συναγωνιζομένων αὐτῷ τῶν φίλων, ἀποτυχὼν δὲ τῆς ἐπιβολῆς ὥρμησε διὰ τῆς μεσογείου, καὶ καταλαβόμενος τὸν Σελινοῦντα τῆς πόλεως μέρος ἐτείχισε καὶ πανταχόθεν κατεκάλει τοὺς διασωζομένους τῶν Σελινουντίων.
47.7 τὰς δʼ ὀροφὰς καὶ θύρας χρυσαῖς φιάλαις λιθοκολλήτοις καὶ πυκναῖς διειληφότες ἅπασαν τὴν τῶν οἰκιῶν κατὰ μέρος οἰκοδομίαν πεποίηνται θαυμαστὴν ταῖς πολυτελείαις· τὰ μὲν γὰρ ἐξ ἀργύρου καὶ χρυσοῦ, τὰ δʼ ἐξ ἐλέφαντος καὶ τῶν διαπρεπεστάτων λίθων, ἔτι δὲ τῶν ἄλλων τῶν τιμιωτάτων παρʼ ἀνθρώποις,
63.4 πολλοὺς δὲ καὶ ἄλλους ὑποδεχόμενος εἰς τὸν τόπον συνήγαγε δύναμιν ἐπιλέκτων ἀνδρῶν ἑξακισχιλίων. ἐντεῦθεν δʼ ὁρμώμενος πρῶτον μὲν τὴν τῶν Μοτυηνῶν ἐπόρθησε χώραν, καὶ τοὺς ἐπεξελθόντας ἐκ τῆς πόλεως μάχῃ κρατήσας πολλοὺς μὲν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνεδίωξεν ἐντὸς τοῦ τείχους. μετὰ δὲ ταῦτα τὴν τῶν Πανορμιτῶν χώραν λεηλατήσας ἀναριθμήτου λείας ἐκυρίευσε, τῶν δὲ Πανορμιτῶν πανδημεὶ παραταξαμένων πρὸ τῆς πόλεως εἰς πεντακοσίους μὲν αὐτῶν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνέκλεισεν ἐντὸς τῶν τειχῶν.
73.8 κατεσκευάκασιν. ἀλλὰ γὰρ οὗτοι μὲν ἐκ πολλῶν χρόνων τὴν εὐδαιμονίαν ἀσάλευτον ἔσχον διὰ τὸ παντελῶς ἀπεξενῶσθαι τῶν διὰ τὴν ἰδίαν πλεονεξίαν ἕρμαιον ἡγουμένων τὸν ἀλλότριον πλοῦτον. ἡ δὲ κατὰ τούτους θάλαττα λευκὴ φαίνεται τὴν χρόαν, ὥσθʼ ἅμα θαυμάζειν τὸ παράδοξον καὶ τὴν αἰτίαν τοῦ συμβαίνοντος ἐπιζητεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi