Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 15

37.5 τῶν δʼ Ἱμεραίων σχετλιαζόντων μὲν ἐπὶ τοῖς λεγομένοις, οὐκ ἐχόντων δὲ ὃ πράξειαν ἕτερον, αἱ μὲν τριήρεις νυκτὸς ἐπληροῦντο κατὰ σπουδὴν ἀναμὶξ γυναικῶν τε καὶ παίδων, ἔτι δὲ τῶν ἄλλων σωμάτων, ἐπὶ τούτων ἀποπλεόντων ὡς ἐπὶ Μεσσήνην·
46.2 κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα· αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος.
37.6 Διοκλῆς δὲ τοὺς ἰδίους στρατιώτας ἀναλαβὼν καὶ τοὺς πεσόντας ἐν τῇ μάχῃ καταλιπών, ὥρμησεν ἐπʼ οἴκου τὴν πορείαν ποιούμενος. πολλοὶ δὲ τῶν Ἱμεραίων μετὰ τέκνων καὶ γυναικῶν ἐξώρμησαν σὺν τοῖς περὶ τὸν Διοκλῆν, μὴ δυναμένων χωρῆσαι τῶν τριήρων τὸν ὄχλον.
46.3 κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθʼ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κιναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν· οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς.
62.1 οἱ δʼ ἐν τῇ πόλει καταλειφθέντες διενυκτέρευον μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τῶν τειχῶν· ἅμα δʼ ἡμέρᾳ τῶν Καρχηδονίων περιστρατοπεδευσάντων τὴν πόλιν καὶ πυκνὰς προσβολὰς ποιουμένων, οἱ καταλειφθέντες τῶν Ἱμεραίων ἀφειδῶς ἠγωνίζοντο, προσδοκῶντες τὴν τῶν νεῶν παρουσίαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi