Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

36.9 διὸ καὶ τὸν ἔσχατον ἀγῶνα τιθεμένων αὐτῶν ὑπὲρ τέκνων καὶ γονέων καὶ τῆς περιμαχήτου πᾶσι πατρίδος, ἐξεώσθησαν οἱ βάρβαροι, καὶ ταχὺ τὸ μέρος τοῦ τείχους ἀνῳκοδόμησαν. παρεγενήθησαν δʼ αὐτοῖς εἰς τὴν βοήθειαν οἵ τʼ ἐξ Ἀκράγαντος Συρακόσιοι καί τινες τῶν ἄλλων συμμάχων, οἱ πάντες εἰς τετρακισχιλίους, ὧν Διοκλῆς ὁ Συρακόσιος εἶχε τὴν ἡγεμονίαν.
32.9 καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον· διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν.
60.1 τότε μὲν οὖν νυκτὸς ἀφελομένης τὴν ἐπὶ τὸ πλέον φιλονεικίαν ἔλυσαν τὴν πολιορκίαν· ἅμα δʼ ἡμέρᾳ τοῖς Ἱμεραίοις ἔδοξε μὴ περιορᾶν αὑτοὺς συγκεκλεισμένους ἀγεννῶς, καθάπερ τοὺς Σελινουντίους, ἐπὶ δὲ τῶν τειχῶν φύλακας κατέταττον, τοὺς δʼ ἄλλους στρατιώτας δὺν τοῖς παραγεγονόσι συμμάχοις ἐξήγαγον, ὄντας περὶ μυρίους.
32.10 οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi