Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

31.1 οἱ δὲ Σελινούντιοι τῶν ἱππέων τοὺς κρατίστους ἐπιλέξαντες διὰ νυκτὸς εὐθέως ἀπέστειλαν τοὺς μὲν εἰς Ἀκράγαντα, τοὺς δʼ εἰς Γέλαν καὶ Συρακούσας, δεόμενοι τὴν ταχίστην βοηθεῖν, ὡς οὐ δυναμένης πλείω χρόνον τῆς πόλεως ὑποστῆναι τῶν πολεμίων τὴν δύναμιν.
27.4 ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν. συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη.
31.2 οἱ μὲν οὖν Ἀκραγαντῖνοι καὶ Γελῷοι περιέμενον τοὺς Συρακοσίους, βουλόμενοι τὴν δύναμιν ἀθρόαν ἄγειν ἐπὶ τοὺς Καρχηδονίους· οἱ δὲ Συρακόσιοι πυθόμενοι τὰ περὶ τὴν πολιορκίαν, πρὸς μὲν Χαλκιδεῖς πόλεμον ἔχοντες διελύσαντο, τὰς δʼ ἀπὸ τῆς χώρας δυνάμεις ἀθροίζοντες, μεγάλην ποιούμενοι παρασκευὴν ἐχρόνιζον, νομίζοντες ἐκπολιορκηθήσεσθαι τὴν πόλιν, ἀλλʼ οὐκ ἀναρπασθήσεσθαι.
27.5 ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.
31.3 Ἀννίβας δὲ τῆς νυκτὸς διελθούσης ἅμα ἡμέρᾳ πανταχόθεν μὲν προσέβαλε, τὸ δὲ κατὰ τὴν πόλιν πεπτωκὸς μέρος τοῦ τείχους καὶ τὸ συνάπτον τούτῳ κατέβαλε ταῖς μηχαναῖς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi