Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 14

 
οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ κρίναντες ἐπὶ Κύζικον πλεῖν, ἀνήχθησαν μετὰ πασῶν τῶν νεῶν καὶ τὴν Χερρόνησον περιέπλεον. καὶ πρῶτον μὲν εἰς Ἐλεοῦντα παρεγένοντο· μετὰ δὲ ταῦτα ἐφιλοτιμήθησαν νυκτὸς τὴν τῶν Ἀβυδηνῶν πόλιν παραπλεῦσαι πρὸς τὸ μὴ κατανοηθῆναι τὸ πλῆθος τῶν νεῶν ὑπὸ τῶν πολεμίων.
 
τοῦτο περὶ τῆς νομῆς ἀεὶ διαφερόμενον ἐλέφαντι τὸ μὲν κέρας πρός τινα τῶν πετρῶν θήγει, συμπεσὸν δʼ εἰς μάχην τῷ προειρημένῳ θηρίῳ καὶ ὑποδῦνον ὑπὸ τὴν κοιλίαν ἀναρρήττει τῷ κέρατι καθάπερ ξίφει τὴν σάρκα. τῷ δὲ τοιούτῳ τρόπῳ τῆς μάχης χρώμενον ἔξαιμα ποιεῖ τὰ θηρία καὶ πολλὰ διαφθείρει. ὅταν δὲ ὁ ἐλέφας φθάσας τὴν ὑπὸ τὴν κοιλίαν ὑπόδυσιν τῇ προβοσκίδι προκαταλάβηται τὸν ῥινόκερων, περιγίνεται ῥᾳδίως τύπτων τοῖς ὀδοῦσι καὶ τῇ βίᾳ πλέον ἰσχύων.
 
ἐπεὶ δʼ ἦλθον εἰς Προικόννησον, τὴν μὲν νύκτα κατηυλίσθησαν ἐν ταύτῃ, τῇ δʼ ὑστεραίᾳ τοὺς μὲν ἐπιβεβηκότας στρατιώτας διεβίβασαν εἰς τὴν τῶν Κυζικηνῶν χώραν, καὶ τῷ στρατηγοῦντι τούτων Χαιρέᾳ προσέταξαν ἄγειν τὸ στρατόπεδον ἐπὶ τὴν πόλιν.
 
αἱ δὲ σφίγγες γίνονται μὲν περί τε τὴν Τρωγλοδυτικὴν καὶ τὴν Αἰθιοπίαν, ταῖς δὲ μορφαῖς ὑπάρχουσιν οὐκ ἀνόμοιοι ταῖς γραφομέναις, μόνον δὲ ταῖς δασύτησι διαλλάττουσι, τὰς δὲ ψυχὰς ἡμέρους ἔχουσαι καὶ πανούργους ἐπὶ πλέον καὶ διδασκαλίαν μεθοδικὴν ἐπιδέχονται.
 
αὐτοὶ δʼ εἰς τρία μέρη διείλαντο τὸ ναυτικόν, καὶ τοῦ μὲν ἦρχεν Ἀλκιβιάδης, τοῦ δὲ Θηραμένης, τοῦ δὲ τρίτου Θρασύβουλος. Ἀλκιβιάδης μὲν οὖν μετὰ τοῦ καθʼ αὑτὸν μέρους πολὺ προέπλευσε τῶν ἄλλων, βουλόμενος προκαλέσασθαι τοὺς Λακεδαιμονίους εἰς ναυμαχίαν· Θηραμένης δὲ καὶ Θρασύβουλος ἐφιλοτέχνουν εἰς τὸ κυκλώσασθαι καὶ τῆς εἰς τὴν πόλιν ἐπανόδου τοὺς ἐκπλεύσαντας εἶρξαι.
 
οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
 
Μίνδαρος δὲ τὰς μὲν Ἀλκιβιάδου ναῦς εἴκοσι μόνας ὁρῶν προσφερομένας, τὰς δʼ ἄλλας ἀγνοῶν, κατεφρόνησε, καὶ ναυσὶν ὀγδοήκοντα θρασέως ἐκ τῆς πόλεως τὸν ἐπίπλουν ἐποιήσατο. ὡς δὲ πλησίον ἐγένετο τῶν περὶ τὸν Ἀλκιβιάδην, οἱ μὲν Ἀθηναῖοι, καθάπερ ἦν αὐτοῖς παρηγγελμένον, προσεποιοῦντο φεύγειν, οἱ δὲ Πελοποννήσιοι περιχαρεῖς ὄντες ἠκολούθουν κατὰ σπουδὴν ὡς νικῶντες.
 
ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
 
ὁ δὲ Ἀλκιβιάδης ἐπειδὴ τῆς πόλεως αὐτοὺς ἀπέσπασε πορρωτέρω, τὸ σύσσημον ἦρεν· οὗ γενηθέντος αἱ μετʼ Ἀλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο.
 
πάντων δὲ τῶν εἰρημένων ζῴων ὁ σαρκοφάγος ταῦρος ἀγριώτατός ἐστι καὶ παντελῶς δυσκαταμάχητος. τῷ μὲν γὰρ ὄγκῳ τοῦτο μεῖζόν ἐστι τῶν ἡμέρων ταύρων, ὀξύτητι δὲ ποδῶν οὐ λειπόμενον ἵππου, τῷ στόματι δὲ διεστηκὸς ἄχρι τῶν ὤτων. τὸ δὲ χρῶμα πυρρὸν ἔχει καθʼ ὑπερβολήν, καὶ τὰ μὲν ὄμματα γλαυκότερα λέοντος καὶ τὰς νύκτας ἀστράπτοντα, τὰ δὲ κέρατα φύσεως ἰδιοτρόπου κοινωνοῦντα· τὸν μὲν γὰρ ἄλλον χρόνον αὐτὰ κινεῖ παραπλησίως τοῖς ὠσί, κατὰ δὲ τὰς μάχας ἵστησιν ἀραρότως. τὴν δὲ τῆς τριχὸς ἐπαγωγὴν ἔχει τοῖς ἄλλοις ζῴοις ἐναντίαν.
 
οἱ δὲ μετὰ τοῦ Μινδάρου καθορῶντες ἤδη τὸ πλῆθος τῶν πολεμίων νεῶν, καὶ μαθόντες ἑαυτοὺς κατεστρατηγημένους, περίφοβοι καθειστήκεισαν. τέλος δὲ τῶν Ἀθηναίων πανταχόθεν ἐπιφαινομένων καὶ τῆς εἰς τὴν πόλιν ἐφόδου τοὺς Πελοποννησίους ἀποκλεισάντων, ὁ Μίνδαρος ἠναγκάσθη καταφυγεῖν τῆς χώρας πρὸς τοὺς καλουμένους Κλήρους, ὅπου καὶ Φαρνάβαζος εἶχε τὴν δύναμιν.
 
ἔστι δὲ τὸ θηρίον ἀλκῇ τε καὶ δυνάμει διάφορον, ὡς ἂν ἐπιτιθέμενον τοῖς ἀλκιμωτάτοις τῶν ζῴων καὶ τὴν τροφὴν ἔχον ἐκ τῆς τῶν χειρωθέντων σαρκοφαγίας. διαφθείρει δὲ καὶ τὰς ποίμνας τῶν ἐγχωρίων, καὶ καταπληκτικῶς ἀγωνίζεται πρὸς ὅλα συστήματα τῶν ποιμένων καὶ κυνῶν ἀγέλας.
 
Ἀλκιβιάδης δὲ κατὰ σπουδὴν διώκων ἃς μὲν κατέδυεν, ἃς δὲ κατατιτρώσκων ὑποχειρίους ἐλάμβανε, τὰς δὲ πλείστας πρὸς αὐτῇ τῇ γῇ καθωρμισμένας καταλαβὼν ἐπέβαλλε σιδηρᾶς χεῖρας, καὶ ταύταις ἀποσπᾶν ἀπὸ τῆς γῆς ἐπειρᾶτο.
 
λέγεται δὲ καὶ τὸ δέρμα ἄτρωτον ἔχειν· πολλῶν γοῦν ἐπιβεβλημένων λαβεῖν ὑποχείριον μηδένα κατισχυκέναι. τὸ δʼ εἰς ὄρυγμα πεσὸν ἢ διʼ ἄλλης ἀπάτης χειρωθὲν ὑπὸ τοῦ θυμοῦ γίνεται περιπνιγές, καὶ τῆς ἐλευθερίας οὐδαμῶς ἀλλάττεται τὴν ἐν τῷ τιθασεύεσθαι φιλανθρωπίαν. διόπερ εἰκότως οἱ Τρωγλοδύται τοῦτο τὸ θηρίον κράτιστον κρίνουσιν, ὡς ἂν τῆς φύσεως αὐτῷ δεδωρημένης ἀλκὴν μὲν λέοντος, ἵππου δὲ τάχος, ῥώμην δὲ ταύρου, τῆς δὲ πάντων κρατίστης σιδήρου φύσεως οὐχ ἡττώμενον.
 
παραβοηθούντων δὲ τῶν πεζῶν ἀπὸ τῆς γῆς τοῖς Πελοποννησίοις πολὺς ἐγένετο φόνος, ὡς ἂν τῶν μὲν Ἀθηναίων διὰ τὸ προτέρημα θρασύτερον ἢ συμφορώτερον ἀγωνιζομένων, τῶν δὲ Πελοποννησίων πολὺ τοῖς πλήθεσιν ὑπεραγόντων· καὶ γὰρ τὸ τοῦ Φαρναβάζου στρατόπεδον παρεβοήθει τοῖς Λακεδαιμονίοις, καὶ τὴν μάχην ἐκ τῆς γῆς ποιούμενον τὴν στάσιν εἶχεν ἀσφαλεστέραν.
 
ὁ δὲ λεγόμενος παρʼ Αἰθίοψι κροκόττας μεμιγμένην μὲν ἔχει φύσιν κυνὸς καὶ λύκου, τὴν δʼ ἀγριότητα φοβερωτέραν ἀμφοτέρων, τοῖς δὲ ὀδοῦσι πάντων ὑπεράγει· πᾶν γὰρ ὀστῶν μέγεθος συντρίβει ῥᾳδίως. καὶ τὸ καταποθὲν διὰ τῆς κοιλίας πέττει παραδόξως· τοῦτο δὲ τὸ ζῷον τῶν ψευδῶς παραδοξολογούντων ἱστοροῦντες ἔνιοι μιμεῖσθαι τὴν τῶν ἀνθρώπων διάλεκτον ἡμᾶς μὲν οὐ πείθουσιν.
 
Θρασύβουλος δὲ θεωρῶν τοὺς πεζοὺς τοῖς πολεμίοις βοηθοῦντας, καὶ τοὺς λοιποὺς τῶν ἐπιβατῶν ἀπεβίβασεν εἰς τὴν γῆν, σπεύδων βοηθῆσαι τοῖς περὶ τὸν Ἀλκιβιάδην· τῷ δὲ Θηραμένει παρεκελεύσατο τοῖς περὶ Χαιρέαν πεζοῖς συνάψαντα τὴν ταχίστην ἥκειν, ὅπως πεζῇ διαγωνίσωνται.
 
ὄφεων δὲ γένη παντοδαπὰ καὶ τοῖς μεγέθεσιν ἄπιστα θεωρεῖσθαί φασιν οἱ τὴν πλησίον τῆς ἐρήμου καὶ θηριώδους κατοικοῦντες. ἑκατὸν γὰρ πηχῶν τὸ μῆκος ἑορακέναι τινὲς ἀποφαινόμενοι δικαίως ἂν οὐχ ὑφʼ ἡμῶν μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων ψευδολογεῖν ὑποληφθείησαν· προστιθέασι γὰρ τῷ διαπιστουμένῳ πολλῷ παραδοξότερα, λέγοντες ὅτι τῆς χώρας οὔσης πεδιάδος, ὅταν τὰ μέγιστα τῶν θηρίων περισπειραθῇ, ποιεῖ ταῖς ἐγκυκλωθείσαις ἐπʼ ἀλλήλαις σπείραις ἀναστήματα πόρρωθεν φαινόμενα λόφῳ παραπλήσια.
 
τῶν δὲ Ἀθηναίων περὶ ταῦτα γινομένων Μίνδαρος ὁ τῶν Λακεδαιμονίων ἀφηγούμενος αὐτὸς μὲν πρὸς Ἀλκιβιάδην ὑπὲρ τῶν ἀφελκομένων νεῶν διηγωνίζετο, Κλέαρχον δὲ τὸν Σπαρτιάτην μετὰ μέρους τῶν Πελοποννησίων ἀπέστειλε πρὸς τοὺς περὶ Θρασύβουλον· συναπέστειλε δʼ αὐτῷ καὶ τοὺς παρὰ Φαρναβάζῳ στρατευομένους μισθοφόρους.
 
τῷ μὲν οὖν μεγέθει τῶν ῥλθέντων θηρίων οὐκ ἄν τις ῥᾳδίως συγκατάθοιτο· περὶ δὲ τῶν μεγίστων θηρίων τῶν εἰς ὄψιν ἐληλυθότων καὶ κομισθέντων ἔν τισιν ἀγγείοις εὐθέτοις εἰς τὴν Ἀλεξάνδρειαν ποιησόμεθα τὴν ἀναγραφήν, προστιθέντες καὶ τῆς θήρας τὴν κατὰ μέρος οἰκονομίαν.
 
ὁ δὲ Θρασύβουλος μετὰ τῶν ἐπιβατῶν καὶ τῶν τοξοτῶν τὸ μὲν πρῶτον εὐρώστως ὑπέστη τοὺς πολεμίους, καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ τῶν ἰδίων ἑώρα πίπτοντας· τῶν δὲ μετὰ τοῦ Φαρναβάζου μισθοφόρων κυκλούντων τοὺς Ἀθηναίους καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων, ἐπεφάνη Θηραμένης τούς τε ἰδίους καὶ τοὺς μετὰ Χαιρέου ἄγων πεζούς.
 
ὁ γὰρ δεύτερος Πτολεμαῖος, περί τε τὴν τῶν ἐλεφάντων κυνηγίαν φιλοτιμηθεὶς καὶ τοῖς τὰς παραδόξους θήρας τῶν ἀλκιμωτάτων ζῴων ποιουμένοις μεγάλας ἀπονέμων δωρεάς, πολλὰ δὲ χρήματα δαπανήσας εἰς ταύτην τὴν ἐπιθυμίαν, ἐλέφαντάς τε συχνοὺς πολεμιστὰς περιεποιήσατο καὶ τῶν ἄλλων ζῴων ἀθεωρήτους καὶ παραδόξους φύσεις ἐποίησεν εἰς γνῶσιν ἐλθεῖν τοῖς Ἕλλησι.
 
οἱ δὲ μετὰ τοῦ Θρασυβούλου καταπεπονημένοι καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἀπεγνωκότες πάλιν ἐξαίφνης ταῖς ψυχαῖς διηγείροντο τηλικαύτης βοηθείας παραγεγενημένης.
 
διὸ καί τινες τῶν κυνηγῶν, ὁρῶντες τὴν τοῦ βασιλέως μεγαλοψυχίαν ἐν ταῖς δωρεαῖς, συστραφέντες εἰς ἱκανὸν πλῆθος ἔκριναν παραβαλέσθαι ταῖς ψυχαῖς, καὶ τῶν μεγάλων ὄφεων ἕνα θηρεύσαντες ἀνακομίσαι ζῶντα εἰς τὴν Ἀλεξάνδρειαν πρὸς τὸν Πτολεμαῖον.
 
ἐπὶ πολὺν δὲ χρόνον καρτερᾶς μάχης γενομένης, τὸ μὲν πρῶτον οἱ τοῦ Φαρναβάζου μισθοφόροι φεύγειν ἤρξαντο, καὶ τὸ συνεχὲς ἀεὶ τῆς τάξεως παρερρήγνυτο· τέλος δὲ οἱ Πελοποννήσιοι μετὰ Κλεάρχου καταλειφθέντες καὶ πολλὰ δράσαντες καὶ παθόντες ἐξεώσθησαν.
 
μεγάλης δʼ οὔσης καὶ παραδόξου τῆς ἐπιβολῆς, ἡ τύχη συνεργήσασα ταῖς ἐπινοίαις αὐτῶν καὶ τὸ τέλος οἰκεῖον περιεποίησε τῆς πράξεως. σκοπεύσαντες γὰρ ἕνα τῶν ὄφεων τριάκοντα πηχῶν διατρίβοντα περὶ τὰς συστάσεις τῶν ὑδάτων, τὸν μὲν ἄλλον χρόνον ἀκίνητον τοῦ σώματος τὸ κύκλωμα τηροῦντα, κατὰ δὲ τὰς ἐπιφανείας τῶν διὰ τὴν δίψαν ζῴων φοιτώντων ἐπὶ τὸν τόπον ἄφνω διανιστάμενον, καὶ τῷ μὲν στόματι διαρπάζοντα, τῷ δὲ σπειράματι καταπλέκοντα τὸν ὄγκον τῶν φανέντων ζῴων, ὥστε μηδενὶ τρόπῳ δύνασθαι τὸ παραπεσὸν ἐκφυγεῖν —, προμήκους οὖν ὄντος τοῦ ζῴου καὶ νωθροῦ τὴν φύσιν ἐλπίσαντες βρόχοις καὶ σειραῖς κυριεύσειν, τὸ μὲν πρῶτον παρῆσαν ἐπʼ αὐτὸ τεθαρρηκότες,
 
τούτων δὲ καταπεπονημένων οἱ περὶ τὸν Θηραμένην ὥρμησαν τοῖς μετʼ Ἀλκιβιάδου κινδυνεύσασι βοηθῆσαι. συνδραμουσῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον, ὁ μὲν Μίνδαρος οὐ κατεπλάγη τὴν ἔφοδον τῶν περὶ Θηραμένην, ἀλλὰ διελόμενος τοὺς Πελοποννησίους τοῖς μὲν ἡμίσεσιν ἀπήντα τοῖς ἐπιοῦσι, τοὺς δʼ ἡμίσεις αὐτὸς ἔχων, καὶ δεόμενος ἑκάστου μὴ καταισχῦναι τὸ τῆς Σπάρτης ἀξίωμα, καὶ ταῦτα πεζομαχοῦντας, ἀντετάχθησαν τοῖς περὶ τὸν Ἀλκιβιάδην.
 
ἔχοντες ἐξηρτυμένα πάντα τὰ πρὸς τὴν χρείαν, ὡς δʼ ἐπλησίαζον, ἀεὶ μᾶλλον ἐξεπλήττοντο τῷ δέει, θεωροῦντες ὄμμα πυρωπὸν καὶ λιχμωμένην πάντῃ τὴν γλῶτταν, ἔτι δὲ τῇ τραχύτητι τῶν φολίδων ἐν τῇ διὰ τῆς ὕλης πορείᾳ καὶ παρατρίψει ψόφον ἐξαίσιον κατασκευάζοντα, τὸ μέγεθός τε τῶν ὀδόντων ὑπερφυὲς καὶ στόματος ἀγρίαν πρόσοψιν καὶ κυκλώματος ἀνάστημα παράδοξον.
 
περὶ δὲ τῶν νεῶν ἡρωικὴν συστησάμενος μάχην, καὶ πρὸ πάντων αὐτὸς κινδυνεύων, πολλοὺς μὲν ἀνεῖλε τῶν ἀντιτεταγμένων, τὸ δὲ τελευταῖον ἀξίως τῆς πατρίδος ἀγωνισάμενος ὑπὸ τῶν περὶ τὸν Ἀλκιβιάδην ἀνῃρέθη. τούτου δὲ πεπτωκότος οἵ τε Πελοποννήσιοι καὶ πάντες οἱ σύμμαχοι συνέδραμον καὶ καταπλαγέντες εἰς φυγὴν ὥρμησαν.
 
διόπερ τῷ φόβῳ τὰ χρώματα τῶν προσώπων ἀποβεβληκότες δειλῶς ἐπέβαλον τοὺς βρόχους ἀπὸ τῆς οὐρᾶς· τὸ δὲ θηρίον ἅμα τῷ προσάψασθαι τοῦ σώματος τὸν κάλων ἐπεστράφη μετὰ πολλοῦ φυσήματος καταπληκτικῶς, καὶ τὸν μὲν πρῶτον ἁρπάζει τῷ στόματι μετεωρισθὲν ὑπὲρ τῆς κεφαλῆς, καὶ τὰς σάρκας ἔτι ζῶντος κατεσιτεῖτο, τὸν δὲ δεύτερον φεύγοντα τῇ σπείρᾳ πόρρωθεν ἐπεσπάσατο, καὶ περιειληθὲν ἔσφιγγε τὴν κοιλ ίαν τῷ δεσμῷ· οἱ δὲ λοιποὶ πάντες ἐκπλαγέντες διὰ τῆς φυγῆς τὴν σωτηρίαν ἐπορίσαντο.
 
οἱ δʼ Ἀθηναῖοι μέχρι μέν τινος ἐπεδίωξαν τοὺς πολεμίους, πυνθανόμενοι δὲ τὸν Φαρνάβαζον μετὰ πολλῆς ἵππου κατὰ σπουδὴν ἐπειγόμενον, ἀνέκαμψαν ἐπὶ τὰς ναῦς, καὶ τὴν μὲν πόλιν παρέλαβον, δύο δὲ τρόπαια κατέστησαν ἀφʼ ἑκατέρας νίκης, τὸ μὲν τῆς ναυμαχίας ἐν τῇ νήσῳ τῇ Πολυδώρου καλουμένῃ, τὸ δὲ τῆς πεζομαχίας οὗ τὴν τροπὴν ἐποιήσαντο τὴν πρώτην.
 
οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι. κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου.
 
οἱ μὲν οὖν ἐν τῇ πόλει Πελοποννήσιοι καὶ πάντες οἱ διαφυγόντες ἐκ τῆς μάχης ἔφυγον ἐπὶ τὸ τοῦ Φαρναβάζου στρατόπεδον· οἱ δὲ τῶν Ἀθηναίων στρατηγοὶ τῶν τε νεῶν ἁπασῶν ἐγκρατεῖς ἐγενήθησαν καὶ πολλοὺς μὲν αἰχμαλώτους, ἀναρίθμητον δὲ πλῆθος λαφύρων ἤθροισαν, ὡς ἂν δύο δυνάμεις ἅμα τηλικαύτας νενικηκότες.
 
ἀπενεχθείσης δὲ τῆς νίκης εἰς Ἀθήνας, ὁ μὲν δῆμος ἐκ τῶν προτέρων συμφορῶν ἀνελπίστους εὐτυχίας ὁρῶν τῇ πόλει προσγεγενημένας μετέωρος ἦν ἐπὶ τοῖς εὐημερήμασι, καὶ τοῖς μὲν θεοῖς πανδημεὶ θυσίας καὶ πανηγύρεις ἐποιήσατο, εἰς δὲ τὸν πόλεμον ἐπέλεξε χιλίους τῶν ὁπλιτῶν τοὺς κρατίστους, ἱππεῖς δʼ ἑκατόν, πρὸς δὲ τούτοις τριάκοντα τριήρεις ἀπέστειλε τοῖς περὶ τὸν Ἀλκιβιάδην, ὅπως τὰς περὶ Λακεδαιμονίους πόλεις ἀδεῶς πορθῶσι κρατοῦντες τῆς θαλάττης.
 
οἱ δὲ Λακεδαιμόνιοι ὡς ἤκουσαν τὴν περὶ Κύζικον αὐτοῖς γενομένην συμφοράν, πρέσβεις ἐξέπεμψαν εἰς Ἀθήνας ὑπὲρ εἰρήνης, ὧν ἦν ἀρχιπρεσβευτὴς Ἔνδιος. ἐξουσίας δʼ αὐτῷ δοθείσης παρελθὼν συντόμως καὶ λακωνικῶς διελέχθη· διόπερ ἔκρινα μὴ παραλιπεῖν τοὺς ῥηθέντας λόγους.
 
βουλόμεθα πρὸς ὑμᾶς ἄγειν εἰρήνην, ἄνδρες Ἀθηναῖοι, καὶ τὰς μὲν πόλεις ἔχειν ἃς ἑκάτεροι κρατοῦμεν, τὰ δὲ φρούρια τὰ παρʼ ἀλλήλοις καταλῦσαι, τῶν δʼ αἰχμαλώτων λυτροῦντες ἀνθʼ ἑνὸς Ἀθηναίου λαβεῖν ἕνα Λάκωνα. οὐ γὰρ ἀγνοοῦμεν τὸν πόλεμον ἀμφοτέροις μὲν βλαβερόν, πολὺ δὲ μᾶλλον ὑμῖν.
 
παραπέμψαντες δὲ τὸν ἐμὸν λόγον ἐκ τῶν πραγμάτων μάθετε. ἡμεῖς μὲν ἅπασαν τὴν Πελοπόννησον γεωργοῦμεν, ὑμεῖς δὲ βραχὺ μέρος τῆς Ἀττικῆς· καὶ Λάκωσι μὲν ὁ πόλεμος πολλοὺς συνέθηκε συμμάχους, Ἀθηναίων δὲ τοσούτους ἀφείλατο ὅσους τοῖς πολεμίοις ἔδωκε· καὶ ἡμῖν μὲν ὁ πλουσιώτατος τῶν κατὰ τὴν οἰκουμένην βασιλέων χορηγός ἐστι τοῦ πολέμου, ὑμῖν δὲ οἱ πενιχρότατοι τῶν κατὰ τὴν οἰκουμένην·
 
ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δʼ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς.
 
διόπερ οἱ μὲν ἡμέτεροι κατὰ τὸ μέγεθος τῶν μισθῶν προθύμως στρατεύονται, οἱ δὲ ὑμέτεροι, τὰς εἰσφορὰς ἀπὸ τῶν ἰδίων διδόντες οὐσιῶν, ἅμα καὶ τὰς κακοπαθείας φεύγουσι καὶ τὰς δαπάνας.
 
ὁ δʼ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi