Kitap 14
58.5
οἱ δʼ ὀνομαζόμενοι κυνοκέφαλοι τοῖς μὲν σώμασιν ἀνθρώποις δυσειδέσι παρεμφερεῖς εἰσι, ταῖς δὲ φωναῖς μυγμοὺς ἀνθρωπίνους προΐενται. ἀγριώτατα δὲ ταῦτα τὰ ζῷα καὶ παντελῶς ἀτιθάσευτα καθεστῶτα τὴν ἀπὸ τῶν ὀφρύων πρόσοψιν αὐστηροτέραν ἔχει. ταῖς δὲ θηλείαις ἰδιώτατον συμβαίνει τὸ τὴν μήτραν ἐκτὸς τοῦ σώματος φέρειν πάντα τὸν χρόνον.
50.2
Μίνδαρος δὲ τὰς μὲν Ἀλκιβιάδου ναῦς εἴκοσι μόνας ὁρῶν προσφερομένας, τὰς δʼ ἄλλας ἀγνοῶν, κατεφρόνησε, καὶ ναυσὶν ὀγδοήκοντα θρασέως ἐκ τῆς πόλεως τὸν ἐπίπλουν ἐποιήσατο. ὡς δὲ πλησίον ἐγένετο τῶν περὶ τὸν Ἀλκιβιάδην, οἱ μὲν Ἀθηναῖοι, καθάπερ ἦν αὐτοῖς παρηγγελμένον, προσεποιοῦντο φεύγειν, οἱ δὲ Πελοποννήσιοι περιχαρεῖς ὄντες ἠκολούθουν κατὰ σπουδὴν ὡς νικῶντες.
58.6
ὁ δὲ λεγόμενος κῆπος ὠνόμασται μὲν ἀπὸ τῆς περὶ τὸν ὄγκον ὅλον ὡραίας καὶ προσηνοῦς ἡλικίας, τὸ δὲ πρόσωπον ἔχων ὅμοιον λέοντι τὸ λοιπὸν σῶμα φέρει πάνθηρι παραπλήσιον, πλὴν τοῦ μεγέθους, ὃ παρισοῦται δορκάδι.
50.3
ὁ δὲ Ἀλκιβιάδης ἐπειδὴ τῆς πόλεως αὐτοὺς ἀπέσπασε πορρωτέρω, τὸ σύσσημον ἦρεν· οὗ γενηθέντος αἱ μετʼ Ἀλκιβιάδου τριήρεις ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν ἀντίπρῳροι τοῖς πολεμίοις, Θηραμένης δὲ καὶ Θρασύβουλος ἔπλεον ἐπὶ τὴν πόλιν καὶ τὸν ἀπόπλουν τῶν Λακεδαιμονίων ὑπετέμοντο.