Kitap 14
21.4
καὶ γὰρ διαφερούσας τὰς σπουδὰς εἶχον οἱ περὶ τῆς ἡγεμονίας διαγωνιζόμενοι δῆμοι· Λακεδαιμόνιοι γὰρ τοὺς πρωτεύοντας ἐν ταῖς συμμαχίσι πόλεσιν ἐποίουν ἐπὶ τῆς διοικήσεως τῶν κοινῶν, Ἀθηναῖοι δὲ δημοκρατίας ἐν ταῖς πόλεσι καθίστανον.
34.2
ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί· πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα,
21.5
οἱ δʼ οὖν Κορκυραῖοι θεωροῦντες τοὺς δυνατωτάτους τῶν πολιτῶν ὄντας πρὸς τῷ τὴν πόλιν ἐγχειρίζειν Λακεδαιμονίοις, μετεπέμψαντο παρʼ Ἀθηναίων δύναμιν τὴν παραφυλάξουσαν τὴν πόλιν.
32.3
τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα. περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφʼ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων.