Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

18.5 τέλος δʼ οἱ μὲν Λακεδαιμόνιοι πρὸς τὴν γῆν κατενεχθέντες ἔφυγον πρὸς τὸ πεζὸν τοῦ Φαρναβάζου στρατόπεδον, οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον ἐπεχείρησαν ἀποσπᾶν τὰς ναῦς ἀπὸ τῆς γῆς καὶ παραβόλως διεκινδύνευον, ὑπὸ δὲ τοῦ Περσικοῦ στρατεύματος ἀνακοπέντες ἀπέπλευσαν εἰς Σηστόν.
14.7 τοῦτο γὰρ συμφέρειν. ἐπικειμένων δὲ τῶν πολεμίων καὶ τῆς ὅλης ὑποχωρήσεως φυγῇ παραπλησίας γινομένης οἱ μὲν συνεχεῖς Λίβυες ἀπὸ κράτους ἡττῆσθαι τοὺς πρωτοστάτας νομίσαντες πρὸς φυγὴν ὥρμησαν, οἱ δὲ τὸν ἱερὸν λόχον ἔχοντες μετὰ τὸν Ἄννωνος τοῦ στρατηγοῦ θάνατον τὸ μὲν πρῶτον ἀντεῖχον εὐρώστως καὶ τοὺς ἐξ αὐτῶν πίπτοντας ὑπερβαίνοντες ὑπέμενον πάντα κίνδυνον, ἐπεὶ δὲ κατενόησαν τὸ πλεῖον μέρος τῆς δυνάμεως πρὸς φυγὴν ὡρμημένον καὶ τοὺς πολεμίους περιισταμένους κατὰ νώτου, συνηναγκάσθησαν ἐκκλῖναι.
20.6 ὁ γὰρ Φαρνάβαζος βουλόμενος τοῖς Λακεδαιμονίοις ὑπὲρ ὧν ἐνεκάλουν ἀπολογεῖσθαι, βιαιότερον διηγωνίζετο πρὸς τοὺς Ἀθηναίους· ἅμα δὲ καὶ περὶ τῶν εἰς Φοινίκην ἀποσταλεισῶν νεῶν τριακοσίων ἐδίδαξεν, ὡς τοῦτο ἔπραξε πυνθανόμενος τόν τε τῶν Ἀράβων βασιλέα καὶ τὸν τῶν Αἰγυπτίων ἐπιβουλεύειν τοῖς περὶ Φοινίκην πράγμασιν.
14.8 διὸ καὶ τροπῆς γενομένης κατὰ πᾶν τὸ τῶν Καρχηδονίων στρατόπεδον οἱ μὲν βάρβαροι τὴν φυγὴν ἐποιοῦντο πρὸς τὴν Καρχηδόνα, Ἀγαθοκλῆς δὲ μέχρι τινὸς ἐπιδιώξας ἐπανῆλθε καὶ τὴν στρατοπεδείαν τῶν Καρχηδονίων διήρπασεν.
47.1 τῆς δὲ ναυμαχίας τοιοῦτον τὸ τέλος λαβούσης Ἀθηναῖοι τότε μὲν εἰς Σηστὸν ἀπέπλευσαν ἤδη νυκτὸς οὔσης, ἅμα δʼ ἡμέρᾳ τά τε ναυάγια συνήγαγον καὶ πρὸς τῷ προτέρῳ τροπαίῳ πάλιν ἕτερον ἔστησαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi