Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

45.1 κατὰ δὲ τὴν Ἑλλάδα Δωριεὺς ὁ Ῥόδιος, ναύαρχος ὢν τῶν ἐξ Ἰταλίας τριήρων, ἐπειδὴ κατέστησε τὴν ἐν Ῥόδῳ ταραχήν, ἐξέπλευσεν ἐφʼ Ἑλλήσποντον, σπεύδων συμμῖξαι τῷ Μινδάρῳ· οὗτος γὰρ ἐν Ἀβύδῳ διατρίβων συνῆγε πανταχόθεν τὰς συμμαχούσας ναῦς τοῖς Πελοποννησίοις.
39.4 διὸ καὶ τῶν ἐπὶ τὰς ἡγεμονίας ταττομένων τινὲς μὲν φοβούμενοι τὰς ἐν τῷ δικαστηρίῳ κρίσεις ἀποστάται γίνονται τῆς ἡγεμονίας, τινὲς δʼ ἐπιτίθενται τυραννίσιν· ὅπερ καὶ τότε Βορμίλκας ὁ ἕτερος τῶν στρατηγῶν ἐποίησε, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν.
18.2 ἤδη δὲ τοῦ Δωριέως ὄντος περὶ τὸ Σίγειον τῆς Τρῳάδος, οἱ περὶ Σηστὸν ὄντες Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν ἀνήχθησαν ἐπʼ αὐτοὺς πάσαις ταῖς ναυσίν, οὔσαις ἑβδομήκοντα καὶ τέσσαρσιν.
12.5 οἱ γʼ οὖν στρατηγοὶ τῶν Καρχηδονίων ὁρῶντες τὸν καιρὸν οὐδαμῶς ἀναβολῆς οἰκεῖον τοὺς μὲν ἀπὸ τῆς χώρας καὶ τῶν συμμαχίδων πόλεων στρατιώτας οὐκ ἀνέμειναν, αὐτοὺς δὲ τοὺς πολιτικοὺς ἐξήγαγον εἰς ὕπαιθρον, ὄντας πεζοὺς μὲν οὐκ ἐλάττους τετρακισμυρίων, ἱππεῖς δὲ χιλίους, ἅρματα δὲ δισχίλια.
18.3 ὁ δὲ Δωριεὺς μέχρι μέν τινος ἀγνοήσας τὸ γινόμενον ἔπλει μετέωρος· κατανοήσας δὲ τὸ μέγεθος τοῦ στόλου κατεπλάγη, καὶ σωτηρίαν ἄλλην οὐδεμίαν ὁρῶν κατέφυγεν εἰς Δάρδανον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi