Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

7.2 καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή· καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων. ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί·
14.4 περὶ δὲ τὸν αὐτὸν καιρὸν Ἀλκιβιάδης ἔχων τρισκαίδεκα τριήρεις κατέπλευσε πρὸς τοὺς ἐν Σάμῳ διατρίβοντας, οἳ πάλαι προακηκοότες ἦσαν, ὅτι πεπεικὼς εἴη τὸν Φαρνάβαζον μηκέτι ταῖς τριακοσίαις ναυσὶ βοηθεῖν τοῖς Λακεδαιμονίοις.
7.3 ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι. διόπερ ἐπʼ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος. εἶθʼ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, ὁ δʼ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.
14.5 φιλοφρόνως δʼ αὐτὸν ἀποδεξαμένων τῶν ἐν τῇ Σάμῳ, διελέγετο πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι τῇ πατρίδι, ὁμοίως καὶ τὰ καθʼ ἑαυτὸν ἀπολογησάμενος, καὶ πολλὰ τὴν ἑαυτοῦ δακρύσας τύχην, ὅτι τὴν ἰδίαν ἀρετὴν ὑπὸ τῶν ἐχθρῶν ἠνάγκασται κατὰ τῆς πατρίδος ἐνδείξασθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi