Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

18.7 καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθʼ αὑτὰς παραπλησίως ἀνθρώποις. ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα· χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις ἡ συναναστροφὴ γίνεται μετʼ εἰρήνης καὶ πάσης εὐλαβείας. οὗτος μὲν οὖν ὁ βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.
9.4 ἔχων οὖν φιλίαν πρὸς Φαρνάβαζον τὸν Δαρείου σατράπην, καὶ θεωρῶν αὐτὸν μέλλοντα τριακοσίας ναῦς ἀποστέλλειν τοῖς Λακεδαιμονίοις εἰς συμμαχίαν, ἔπεισεν ἀποστῆναι τῆς πράξεως· ἐδίδασκε γὰρ ὡς οὐ συμφέρει τῷ βασιλεῖ τοὺς Λακεδαιμονίους ποιεῖν ἄγαν ἰσχυρούς· οὐ γὰρ συνοίσειν Πέρσαις· κρεῖττον οὖν εἶναι περιορᾶν τοὺς διαπολεμοῦντας ἴσους ὄντας, ὅπως πρὸς ἀλλήλους ὡς πλεῖστον χρόνον διαφέρωνται.
19.1 οἰκήσεσι δὲ τὰ ἔθνη οὐχ ὁμοίαις χρῆται, πρὸς δὲ τὰς τῆς περιστάσεως ἰδιότητας διηλλαγμέναις ἐμβιοῦσι. τινὲς μὲν γὰρ ἐν σπηλαίοις κατοικοῦσι κεκλιμένοις μάλιστα πρὸς τὰς ἄρκτους, ἐν οἷς καταψύχουσιν ἑαυτοὺς διά τε τὸ βάθος τῆς σκιᾶς καὶ διὰ τὰς περιπνεούσας αὔρας· τὰ μὲν γὰρ πρὸς μεσημβρίαν νεύοντα, τοῖς ἴπνοις παραπλησίαν ἔχοντα τὴν θερμασίαν, ἀπρόσιτα τοῖς ἀνθρώποις ἐστὶ δια τὴν τοῦ καύματος ὑπερβολήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi