Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 13

5.2 εὐθὺς γὰρ Χῖοι καὶ Σάμιοι καὶ Βυζάντιοι καὶ πολλοὶ τῶν συμμάχων ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους. διόπερ ὁ δῆμος ἀθυμήσας ἐξεχώρησεν ἑκουσίως τῆς δημοκρατίας, ἑλόμενος δὲ ἄνδρας τετρακοσίους, τούτοις τὴν διοίκησιν ἐπέτρεψε τῶν κοινῶν. οἱ δὲ τῆς ὀλιγαρχίας προεστῶτες ναυπηγησάμενοι πλείους τριήρεις ἀπέστειλαν τεσσαράκοντα καὶ στρατηγούς.
16.2 καὶ αἱ μὲν σάρκες θρυπτόμεναι διὰ τὴν θερμασίαν ἀποπίπτουσιν, αἱ δʼ ἄκανθαι ῥιπτούμεναι πρὸς ἕνα τόπον μέγαν σωρὸν ἀποτελοῦσιν, ἀθροιζόμεναι χρείας ἕνεκεν περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν. μετὰ δὲ ταῦτα τὰς μὲν σάρκας ἐπί τινος λεωπετρίας κατατιθέμενοι πατοῦσιν ἐπιμελῶς ἐφʼ ἱκανὸν χρόνον καὶ καταμίσγουσι τὸν τοῦ παλιούρου καρπόν·
5.3 οὗτοι δὲ στασιάζοντες πρὸς ἀλλήλους εἰς Ὠρωπὸν ἐξέπλευσαν· ἐκεῖ γὰρ ὥρμουν αἱ τῶν πολεμίων τριήρεις. γενομένης οὖν ναυμαχίας ἐνίκων οἱ Λακεδαιμόνιοι, καὶ σκαφῶν εἴκοσι καὶ δυεῖν ἐκυρίευσαν.
16.3 τούτου γὰρ συναναχρωσθέντος τὸ πᾶν γίνεται χρῆμα κολλῶδες· καὶ δοκεῖ τοῦτο καθάπερ ἡδύσματος παρʼ αὐτοῖς ἔχειν τάξιν. τὸ δὲ τελευταῖον τὸ καλῶς πατηθὲν εἰς πλινθίδας παραμήκεις τυποῦντες τιθέασιν εἰς τὸν ἥλιον· ἃς συμμέτρως ξηρανθείσας καθίσαντες κατευωχοῦνται, οὐ μὴν πρὸς μέτρον ἢ σταθμὸν ἐσθίοντες, ἀλλὰ πρὸς τὴν ἰδίαν ἑκάστου βούλησιν, τὴν φυσικὴν ὄρεξιν ἔχοντες τῆς ἀπολαύσεως περιγραφήν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi