Kitap 13
ὁ δʼ αἱρεθεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔθος, οὔτʼ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρʼ αὐτοῖς νόμιμον. ἔθος δʼ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων θανάτῳ περιβάλλειν, μηδʼ ἂν καταδικασθεὶς ἐπὶ θανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινα σημεῖον ἔχοντα θανάτου πρὸς τὸν παρανενομηκότα· οὗτος δʼ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεθίστησι. φεύγειν δʼ ἐκ τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει τῆς πατρίδος λύειν τὴν τιμωρίαν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται.
διὸ καί φασί τινα, τοῦ θανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσθαι μὲν ἐκ τῆς Αἰθιοπίας φεύγειν, αἰσθομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καθʼ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς χεῖρας, αὐτὸν δʼ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς
συγγενέσιν ὀνείδη καταλίπῃ μείζω. πάντων δʼ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων. κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν.
τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι. καὶ ἑτέρους δʼ ἐπιφθέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δʼ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις.
κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλʼ ὑπʼ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι· κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος.
λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ τῶν στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.
τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καίπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν καθʼ ἡμᾶς χρόνων. ἔθος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰθίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωθῇ διʼ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήθεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν· αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως·
ἄτοπον γὰρ εἶναι τὸ συμπενθεῖν μὲν καὶ τὸ συλλυπεῖσθαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαθῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δʼ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσθαι. φασὶ δὲ σύνηθες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν θάνατον ἔνδοξον καὶ φιλίας ἀληθινῆς μάρτυρα.
διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων ἐπʼ ἴσης προνοουμένων τῆς τʼ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψίν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.
ἔστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ ποταμῷ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δʼ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα.
οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθʼ οἱ παρὰ τὸν ποταμὸν οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι·
καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδʼ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθʼ ἡμᾶς ἔθη τὴν διαφοράν.
καθοπλίζονται δʼ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος.
ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες διʼ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δʼ οἳ περιζώμασι μέχρι μέσου τὸ σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρʼ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας.
τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δʼ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι. οὐκ ὀλίγοι δʼ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, διʼ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν· οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι.
περὶ δὲ θεῶν οἱ μὲν ἀνώτερον Μερόης οἰκοῦντες ἐννοίας ἔχουσι διττάς. ὑπολαμβάνουσι γὰρ τοὺς μὲν αὐτῶν αἰώνιον ἔχειν καὶ ἄφθαρτον τὴν φύσιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα κόσμον, τοὺς δὲ νομίζουσι θνητῆς φύσεως κεκοινωνηκέναι καὶ διʼ ἀρετὴν καὶ κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν τετευχέναι τιμῶν ἀθανάτων·
τήν τε γὰρ Ἶσιν καὶ τὸν Πᾶνα, πρὸς δὲ τούτοις Ἡρακλέα καὶ Δία σέβονται, μάλιστα νομίζοντες ὑπὸ τούτων εὐηργετῆσθαι τὸ τῶν ἀνθρώπων γένος. ὀλίγοι δὲ τῶν Αἰθιόπων καθόλου θεοὺς οὐ νομίζουσιν εἶναι· διὸ καὶ τὸν ἥλιον ὡς πολεμιώτατον ὄντα κατὰ τὰς ἀνατολὰς βλασφημήσαντες φεύγουσι πρὸς τοὺς ἑλώδεις
τῶν τόπων. παρηλλαγμένοις δʼ ἔθεσι χρῶνται καὶ περὶ τοὺς παρʼ αὐτοῖς τελευτῶντας· οἱ μὲν γὰρ εἰς τὸν ποταμὸν βάλλοντες ἀφιᾶσιν, ἀρίστην ἡγούμενοι ταφὴν ταύτην, οἱ δὲ περιχέαντες ὕελον ἐν ταῖς οἰκίαις φυλάττοντες νομίζουσι δεῖν μήτε τῶν τελευτώντων ἀγνοεῖσθαι τὰς ὄψεις τοῖς συγγενέσι μήτʼ ἐπιλανθάνεσθαι τοὺς προσήκοντας τῷ γένει τῶν προσῳκειωμένων, ἔνιοι δʼ εἰς ὀστρακίνας σοροὺς ἐμβάλλοντες κατορύττουσι κύκλῳ τῶν ἱερῶν, καὶ τὸν ἐπὶ τούτοις γινόμενον ὅρκον μέγιστον ἡγοῦνται.
τὰς δὲ βασιλείας ἐγχειρίζουσιν οἱ μὲν τοῖς εὐπρεπεστάτοις, τύχης ἡγούμενοι δῶρα ἀμφότερα, τήν τε μοναρχίαν καὶ τὴν εὐπρέπειαν, οἱ δὲ τοῖς ἐπιμελεστάτοις κτηνοτρόφοις παραδιδόασι τὴν ἀρχήν, ὡς μόνους ἄριστα τῶν ὑποτεταγμένων φροντιοῦντας ἔνιοι δὲ τοῖς πλουσιωτάτοις τοῦτο τὸ τίμιον ἀπονέμουσιν, ἡγούμενοι μόνους αὐτοὺς ἐπικουρεῖν τοῖς ὄχλοις δύνασθαι διὰ τὴν ἑτοιμότητα τῆς εὐπορίας, εἰσὶ δʼ οἳ τοὺς ἀνδρείᾳ διαφέροντας αἱροῦνται βασιλεῖς, κρίνοντες τοὺς ἐν πολέμῳ πλεῖστον δυναμένους ἀξίους εἶναι μόνους τυγχάνειν τῶν πρωτείων.
τῆς δὲ παρὰ τὸν Νεῖλον χώρας τῆς ἐν τῇ Λιβύῃ κειμένης ἐστί τι μέρος τῷ κάλλει διαφέρον· τροφάς τε γὰρ φέρει δαψιλεῖς καὶ ποικίλας, καὶ πρὸς τὰς τῶν καυμάτων ὑπερβολὰς ἔχει βοηθείας εὐθέτους τὰς ἐν τοῖς ἕλεσι καταφυγάς· διὸ καὶ περιμάχητος οὗτος ὁ τόπος γίνεται τοῖς τε Λίβυσι καὶ τοῖς Αἰθίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι.
φοιτᾷ δʼ εἰς αὐτὸν καὶ πλῆθος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς· ἕλη γὰρ θαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς.
διόπερ ὅταν γεύσωνται τοῦ θρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνθρώπων δίαιταν καταφθείρει· διʼ ἣν αἰτίαν καταναγκάζονται φεύγειν εἰς τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες.
αἱ δʼ ἀγέλαι τῶν εἰρημένων θηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων· διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσθαι τὰς τροφάς.
ὡς δέ τινές φασιν, ὄφεις θαυμαστοὶ γίνονται τό τε μέγεθος καὶ τὸ πλῆθος κατὰ τὴν θηριώδη καλουμένην χώραν· οὗτοι δὲ περὶ τὰς συστάσεις τῶν ὑδάτων ἐπιτίθενται τοῖς ἐλέφασι, καὶ τραπέντες εἰς ἀλκὴν περιπλέκονται ταῖς σπείραις εἰς τὰ σκέλη, καὶ πέρας ἕως τούτου συνέχουσι βιαζόμενοι καὶ σφίγγοντες τοῖς δεσμοῖς ἕως ἂν ἀφρίσαντα τὰ θηρία πέσῃ διὰ τὸ βάρος. ἔπειτʼ ἀθροιζόμενοι τὸ πεσὸν σαρκοφαγοῦσι, ῥᾳδίως ἐπικρατοῦντες διὰ τὴν δυσκινησίαν τοῦ ζῴου.
ἀπολειπομένου δʼ ἀπορήματος, διὰ τίνʼ αἰτίαν οὐ συνέπονται τοῖς ἐλέφασιν εἰς τὴν προειρημένην παραποταμίαν διώκοντες τὰς συνήθεις τροφάς, φασὶ τοὺς τηλικούτους ὄφεις τὴν μὲν ἐπίπεδον τῆς χώρας φεύγειν, περὶ δὲ τὴν ὑπώρειαν ἐν ταῖς φάραγξι ταῖς εἰς τὸ μῆκος ἀνηκούσαις καὶ τοῖς σπηλαίοις τοῖς τὸ βάθος ἔχουσι συνεχῶς ἐναυλίζεσθαι· διόπερ τοὺς συμφέροντας καὶ συνήθεις τόπους μηδαμῶς ἐκλείπειν, αὐτοδιδάκτου πρὸς τὰ τοιαῦτα τῆς φύσεως οὔσης ἅπασι τοῖς ζῴοις. περὶ μὲν οὖν Αἰθιόπων καὶ τῆς χώρας αὐτῶν τοσαῦτα λέγομεν.
περὶ δὲ τῶν συγγραφέων ἡμῖν διοριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ὧν οἱ μὲν ψευδεῖ φήμῃ πεπιστευκότες, οἱ δὲ παρʼ ἑαυτῶν πολλὰ τῆς ψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο.
Ἀγαθαρχίδης μὲν γὰρ ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν περὶ τὴν Ἀσίαν, καὶ ὁ τὰς γεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον, καὶ τινες ἕτεροι τῶν ἐν Αἰγύπτῳ κατοικούντων, ἱστορηκότες τὰ πλεῖστα τῶν προειρημένων ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι.
καὶ γὰρ ἡμεῖς καθʼ ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον, πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν, οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα· παρʼ ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι, καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες, τοῖς μάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφὴν πεποιήμεθα.
περὶ μὲν οὖν Αἰθιόπων τῶν πρὸς τῇ δύσει κατοικούντων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυθρὰν θάλατταν κειμένων ἐν μέρει διέξιμεν. δοκεῖ δʼ ἡμῖν ἁρμόττειν προδιελθεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης.
περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστὶν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ. τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν.
οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φυλακὰς παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες.
οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μεθʼ ἡμέραν καὶ δι’ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ παντὸς φιλοτίμως εἰργόμενοι· φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι διʼ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων.
τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν· τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων.
καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι· τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπʼ εὐθείας, ἀλλʼ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας.
οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπραγματευμένους περιφέρουσι· πολλαχῶς δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα θραύματα· καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς.
οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιθρον ἀποκομίζουσιν. οἱ δʼ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος ἐν ὅλμοις λιθίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεθος κατεργάσωνται.
παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μύλων ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται. προσούσης δʼ ἅπασιν ἀθεραπευσίας σώματος καὶ τῆς τὴν αἰδῶ περιστελλούσης ἐσθῆτος μὴ προσούσης, οὐκ ἔστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσειε τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας.
οὐ γὰρ τυγχάνει συγγνώμης οὐδʼ ἀνέσεως ἁπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακώς, οὐ γυναικὸς ἀσθένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις. διόπερ οἱ δυστυχεῖς φοβερώτερον ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποθεινότερον δὲ τοῦ ζῆν τὸν θάνατον προσδέχονται.
τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν· ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες· εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος.
πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ.