Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

103.7 αἱ δʼ αὐταὶ καὶ κατὰ τοὺς πολέμους εἰς τὰς μάχας ἔχουσαι τοξότας ἄγονται δύο ἀντικαθημένους ἀλλήλοις ἀντινώτους· τούτων δὲ ὁ μὲν τοὺς κατὰ πρόσωπον ἀπαντῶντας, ὁ δὲ τοὺς ἐπιδιώκοντας ἀμύνεται. περὶ μὲν οὖν τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ φυομένων εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν πολλὰ τοῖς φιλαναγνωστοῦσι πρὸς φιληκοΐαν ἀπηγγέλκαμεν.
23.1 περὶ δὲ τῆς κατὰ τὸν ὠκεανὸν εὑρεθείσης νήσου κατὰ τὴν μεσημβρίαν καὶ τῶν κατʼ αὐτὴν παραδοξολογουμένων πειρασόμεθα συντόμως διελθεῖν, προεκθέμενοι τὰς αἰτίας τῆς εὑρέσεως ἀκριβῶς.
23.2 Ἰαμβοῦλος ἦν ἐκ παίδων παιδείαν ἐζηλωκώς, μετὰ δὲ τὴν τοῦ πατρὸς τελευτὴν ὄντος ἐμπόρου καὶ αὐτὸς ἔδωκεν ἑαυτὸν ἐπὶ τὴν ἐμπορίαν· ἀναβαίνων δὲ διὰ τῆς Ἀραβίας ἐπὶ τὴν ἀρωματοφόρον ὑπό τινων λῃστῶν συνελήφθη μετὰ τῶν συνοδοιπόρων. τὸ μὲν οὖν πρῶτον μετά τινος τῶν συνεαλωκότων ἀπεδείχθη νομεύς, ὕστερον δʼ ὑπό τινων Αἰθιόπων μετὰ τοῦ συνόντος λῃστευθεὶς ἀπήχθη πρὸς τὴν παραθαλάττιον τῆς Αἰθιοπίας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi