Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

4.6 ἐγὼ μὲν οὖν, ὦ Ζεῦ καὶ πάντες θεοί, μαρτύρομαι πάντας ὑμᾶς μὴ σώζειν τοὺς πολεμίους, μὴ ἐγκαταλιπεῖν τοὺς συμμάχους, μὴ πάλιν ἕτερον ἐπάγειν τῇ πατρίδι κίνδυνον. ὑμεῖς δέ, ὦ ἄνδρες Συρακόσιοι, τούτους ἀφέντες, ἐὰν ἀποβῇ τι δυσχερές, οὐδʼ ἀπολογίαν ἑαυτοῖς εὐσχήμονα καταλείψετε.
1. κη. ὡς Ἀγαθοκλῆς ἐν Σικελίᾳ ναυμαχίᾳ μὲν ἐνίκησε Καρχηδονίους, μάχῃ δʼ Ἀκραγαντίνους.
33.1 τοιαῦτα διαλεχθέντος τοῦ Λάκωνος μετέπεσε τὸ πλῆθος καὶ τὴν Διοκλέους γνώμην ἐκύρωσεν. διόπερ οἱ μὲν στρατηγοὶ παραχρῆμα ἀνῃρέθησαν καὶ οἱ σύμμαχοι, οἱ δʼ Ἀθηναῖοι παρεδόθησαν εἰς τὰς λατομίας, ὧν ὕστερον οἱ μὲν ἐπὶ πλεῖον παιδείας μετεσχηκότες ὑπὸ τῶν νεωτέρων ἐξαρπαγέντες διεσώθησαν, οἱ δὲ λοιποὶ σχεδὸν ἅπαντες ἐν τῷ δεσμωτηρίῳ κακούμενοι τὸν βίον οἰκτρῶς κατέστρεψαν.
1. κθ. διάβασις εἰς Λιβύην Ἀγαθοκλέους τὸ δεύτερον καὶ ἧττα.
33.2 μετὰ δὲ τὴν κατάλυσιν τοῦ πολέμου Διοκλῆς τοὺς νόμους ἀνέγραψε τοῖς Συρακοσίοις, καὶ συνέβη παράδοξον περὶ τὸν ἄνδρα τοῦτον γενέσθαι περιπέτειαν. ἀπαραίτητος γὰρ ἐν τοῖς ἐπιτιμίοις γενόμενος καὶ σκληρῶς κολάζων τοὺς ἐξαμαρτάνοντας, ἔγραψεν ἐν τοῖς νόμοις, ἐάν τις ὅπλον ἔχων εἰς τὴν ἀγορὰν παραγένηται, θάνατον εἶναι πρόστιμον, οὔτε ἀγνοίᾳ δοὺς οὔτε ἄλλῃ τινὶ περιστάσει συγγνώμην.
1. λ. αἱ γενόμεναι ταραχαὶ κατὰ τὰ ἑκατέρων στρατόπεδα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi