Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

109.5 ὁ δʼ ἐπιβαλών, Ὁρᾷς, φησί, τοὺς τῷ θορύβῳ τὴν συμφορὰν ἐμφανίζοντας; πόσοι δὲ ἀδελφοὺς ἢ συγγενεῖς ἢ φίλους ἀπολωλεκότες ἐπιζητεῖτε; καὶ πολλῷ πλείους ἐπεσημήναντο.
1. β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο.
109.6 καὶ ὁ Γύλιππος, θεωρεῖς, ἔφη, τὸ πλῆθος τῶν διʼ Ἀθηναίους δυστυχούντων; οὗτοι πάντες οὐδὲν εἰς ἐκείνους ἁμαρτάνοντες τῶν ἀναγκαιοτάτων σωμάτων ἐστερήθησαν, καὶ τοσοῦτο μισεῖν τοὺς Ἀθηναίους ὀφείλουσιν, ὅσον τοὺς ἰδίους ἠγαπήκασι.
1. γ. ὡς Πτολεμαῖος μὲν τῶν περὶ Κιλικίαν πόλεών τινας εἷλε, Δημήτριος δʼ ὁ Ἀντιγόνου ταύτας ἀνεκτήσατο.
29.1 πῶς οὖν οὐκ ἄτοπον, ἄνδρες Συρακόσιοι, τοὺς μὲν τετελευτηκότας ἑκούσιον ὑπὲρ ὑμῶν ἑλέσθαι θάνατον, ὑμᾶς δὲ ὑπὲρ ἐκείνων μηδὲ παρὰ τῶν πολεμιωτάτων λαβεῖν τιμωρίαν, καὶ ἐπαινεῖν μὲν τοὺς ὑπὲρ τῆς κοινῆς ἐλευθερίας τοὺς ἰδίους ἀναλώσαντας βίους, περὶ πλείονος δὲ τὴν τῶν φονέων ποιεῖσθαι σωτηρίαν τῆς ἐκείνων τιμῆς;
1. δ. ὡς Πολυπέρχων μὲν Ἡρακλέα τὸν ἐκ Βαρσίνης ἐπεχείρησε κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν, Πτολεμαῖος δὲ Νικοκρέοντα τὸν βασιλέα τῶν Παφίων ἐπανείλατο.
29.2 κοσμεῖν ἐψηφίσασθε δημοσίᾳ τοὺς τάφους τῶν μετηλλαχότων· καὶ τίνα καλλίονα κόσμον εὑρήσετε τοῦ κολάσαι τοὺς ἐκείνων αὐτόχειρας; εἰ μὴ νὴ Δία πολιτογραφήσαντες αὐτοὺς βούλεσθε καταλιπεῖν ἔμψυχα τρόπαια τῶν μετηλλαχότων.
1. ε. περὶ τῶν πραχθέντων ἐν μὲν τῷ Βοσπόρῳ τοῖς βασιλεῦσιν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις καὶ Σαμνίταις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi