Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

29.5 ὑπὸ κύνα γὰρ οὔσης τῆς ὥρας καὶ τοῦ διωγμοῦ περὶ μέσον ἡμέρας γινομένου οἱ πολλοὶ τῶν φευγόντων διά τε τὸ καῦμα καὶ τὴν ἐκ τῆς φυγῆς κακοπάθειαν ἔκδιψοι γιγνόμενοι λάβρως ἔπινον, καὶ ταῦθʼ ἁλυκοῦ τοῦ ῥεύματος ὄντος. διόπερ οὐκ ἐλάττους τῶν ἐν τῷ διωγμῷ σφαγέντων εὑρέθησαν παρὰ τὸν ποταμὸν τετελευτηκότες ἄτρωτοι. ἔπεσον δʼ ἐν τῇ μάχῃ ταύτῃ τῶν μὲν βαρβάρων περὶ πεντακοσίους, τῶν δʼ Ἑλλήνων οὐκ ἐλάττους ἑπτακισχιλίων.
108.4 ἄτοπον οὖν Νικίαν κολάζεσθαι τὸν ὑπὲρ ἡμῶν Ἀθήνησι πεπολιτευμένον, καὶ διὰ μὲν τὴν εἰς ἡμᾶς εὔνοιαν μὴ τυχεῖν φιλανθρωπίας, διὰ δὲ τὴν ἐν τοῖς κοινοῖς ὑπηρεσίαν ἀπαραιτήτῳ περιπεσεῖν τιμωρίᾳ, καὶ τὸν μὲν ἐπαγαγόντα τὸν πόλεμον ἐπὶ Συρακοσίους Ἀλκιβιάδην ἅμα καὶ παρʼ ἡμῶν καὶ παρʼ Ἀθηναίων ἐκφυγεῖν τὴν τιμωρίαν, τὸν δʼ ὁμολογουμένως φιλανθρωπότατον Ἀθηναίων γεγενημένον μηδὲ τοῦ κοινοῦ τυχεῖν ἐλέου.
110.1 Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε. διαδόντος δʼ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν. ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν.
108.5 διόπερ ἔγωγε τὴν τοῦ βίου μεταβολὴν θεωρῶν ἐλεῶ τὴν τύχην. πρότερον μὲν γὰρ ἐν τοῖς ἐπισημοτάτοις τῶν Ἑλλήνων ὑπάρχων καὶ διὰ τὴν καλοκἀγαθίαν ἐπαινούμενος μακαριστὸς ἦν καὶ περίβλεπτος κατὰ πᾶσαν πόλιν·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi