Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 12

108.1 κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.
106.1 εἰ δʼ, ὅπερ εἰκός ἐστι, παύσεσθε πολεμοῦντες, τίνα καλλίω καιρὸν εὑρήσετε τοῦ νῦν ὑπάρχοντος, ἐν ᾧ τὴν πρὸς τοὺς ἐπταικότας φιλανθρωπίαν ἀφορμὴν τῆς φιλίας ποιήσεσθε; μὴ γὰρ οἴεσθε τὸν τῶν Ἀθηναίων δῆμον τελέως ἐξησθενηκέναι διὰ τὴν ἐν Σικελίᾳ συμφοράν, ὃς κρατεῖ σχεδὸν τῶν τε κατὰ τὴν Ἑλλάδα νήσων ἁπασῶν, καὶ τῆς παραλίου τῆς τε κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἔχει τὴν ἡγεμονίαν.
108.2 ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φαλάριον. καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι. οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν.
57.2 καὶ γὰρ πρότερον περὶ τὴν Αἴγυπτον τριακοσίας τριήρεις αὐτάνδρους ἀπολέσας τὸν δοκοῦντα κρατεῖν βασιλέα συνθήκας ἀσχήμονας ποιεῖν ἠνάγκασε, καὶ πάλιν ὑπὸ Ξέρξου τῆς πόλεως κατασκαφείσης μετʼ ὀλίγον κἀκεῖνον ἐνίκησε καὶ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν ἐκτήσατο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi